歷代志上 29
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1大衛 王對會眾說:「我兒子 所羅門 是上帝特選的,還年幼嬌嫩;這工程甚大,因這殿不是為人,乃是為耶和華上帝建造的。
1Καὶ εἶπε Δαυὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ, Σαλωμὼν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλὸς, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ, ἀλλʼ ἢ Κυρίῳ Θεῷ.
2我為我上帝的殿已經盡力,預備金子做金器,銀子做銀器,銅做銅器,鐵做鐵器,木做木器,還有紅瑪瑙可鑲嵌的寶石,彩石和一切的寶石,並許多漢白玉。
2Κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον Θεοῦ μου χρυσὶον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοὰμ, καὶ πληρώσεως λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ Πάριον πολύν.
3且因我心中愛慕我上帝的殿,就在預備建造聖殿的材料之外,又將我自己積蓄的金銀獻上,建造我上帝的殿,
3Καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ Θεοῦ μου, ἔστι μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον Θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων,
4就是 俄斐 金三千他連得、精鍊的銀子七千他連得,以貼殿牆。
4τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφὶρ, καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ,
5金子做金器,銀子做銀器,並藉匠人的手製造一切。今日有誰樂意將自己獻給耶和華呢?」
5εἰς τὸ χρυσίον τῷ χρυσίῳ, καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν· καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ;
6於是,眾族長和 以色列 各支派的首領、千夫長、百夫長,並監管王工的官長,都樂意獻上。
6Καὶ προεθυμήθησαν ἄρχοντες πατριῶν, καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ἰσραὴλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων, καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως.
7他們為上帝殿的使用獻上金子五千他連得零一萬達利克,銀子一萬他連得,銅一萬八千他連得,鐵十萬他連得。
7Καὶ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια, καὶ χρυσοῦς μυρίους, καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας, καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια, καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.
8凡有 寶 石的都交給 革順 人 耶歇 ,送入耶和華殿的府庫。
8Καὶ οἷς εὑρέθη παρʼ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς Ἰεϊὴλ τοῦ Γεδσωνί.
9因這些人誠心樂意獻給耶和華,百姓就歡喜, 大衛 王也大大歡喜。
9Καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ Κυρίῳ· καὶ Δαυὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.
10所以, 大衛 在會眾面前稱頌耶和華說:「耶和華-我們的父, 以色列 的上帝是應當稱頌,直到永永遠遠的!
10Καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυὶδ τὸν Κύριον ἐνώπιον τῆς ἐκκλησίας, λέγων,
11耶和華啊,尊大、能力、榮耀、強勝、威嚴都是你的;凡天上地下的都是你的;國度也是你的,並且你為至高,為萬有之首。
11Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς Ἰσραὴλ, ὁ πατὴρ ἡμῶν, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Σοὶ Κύριε ἡ μεγαλωσύνη, καὶ ἡ δύναμις, καὶ τὸ καύχημα, καὶ ἡ νίκη, καὶ ἡ ἰσχὺς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις· ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς, καὶ ἔθνος.
12豐富尊榮都從你而來,你也治理萬物。在你手裏有大能大力,使人尊大強盛都出於你。
12Παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου παντοκράτωρ μεγαλῦναι καὶ κατισχύσαι τὰ πάντα.
13我們的上帝啊,現在我們稱謝你,讚美你榮耀之名!
13Καὶ νῦν, Κύριε ἐξομολογούμεθά σοι, καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.
14「我算甚麼,我的民算甚麼,竟能如此樂意奉獻?因為萬物都從你而來,我們把從你而得的獻給你。
14Καὶ τίς εἰμι ἐγὼ, καὶ τίς ὁ λαός μου ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.
15我們在你面前是客旅,是寄居的,與我們列祖一樣。我們在世的日子如影兒,不能長存。
15Ὅτι πάροικοι ἐσμὲν ἐναντίον σου, καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμων· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή.
16耶和華-我們的上帝啊,我們預備這許多材料,要為你的聖名建造殿宇,都是從你而來,都是屬你的。
16Κύριε ὁ Θεὸς ἡμῶν, πρὸς πᾶν τὸ πλῆθος τοῦτο ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σου ἐστὶ, καὶ σοὶ τὰ πάντα.
17我的上帝啊,我知道你察驗人心,喜悅正直;我以正直的心樂意獻上這一切物。現在我喜歡見你的民在這裏都樂意奉獻與你。
17Καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας, καὶ δικαιοσύνην ἀγαπᾷς· ἐν ἁπλότητι καρδίας προεθυμήθην ταῦτα πάντα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.
18耶和華-我們列祖 亞伯拉罕 、 以撒 、 以色列 的上帝啊,求你使你的民常存這樣的心思意念,堅定他們的心歸向你,
18Κύριε ὁ Θεὸς Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰσραὴλ, τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα, καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὸς σέ.
19又求你賜我兒子 所羅門 誠實的心,遵守你的命令、法度、律例,成就這一切的事,用我所預備的建造殿宇。」
19Καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, καὶ τὰ προστάγματά σου, καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.
20大衛 對全會眾說:「你們應當稱頌耶和華-你們的上帝。」於是會眾稱頌耶和華-他們列祖的上帝,低頭拜耶和華與王。
20Καὶ εἶπε Δαυὶδ πάσῃ τῇ ἐκκλησίᾳ, εὐλογήσατε Κύριον τὸν Θεὸν ἡμῶν· καὶ εὐλόγησε πᾶσα ἡ ἐκκλησία Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν· καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν Κυρίῳ, καὶ τῷ βασιλεῖ.
21次日,他們向耶和華獻 平安 祭和燔祭,就是獻公牛一千隻,公綿羊一千隻,羊羔一千隻,並同獻的奠祭;又為 以色列 眾人獻許多的祭。那日,他們在耶和華面前吃喝,大大歡樂。
21Καὶ ἔθυσε Δαυὶδ τῷ Κυρίῳ θυσίας, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ Θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους, καὶ τὰς σπονδὰς αὐτῶν, καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ἰσραήλ.
22他們奉耶和華的命再膏 大衛 的兒子 所羅門 作王,又膏 撒督 作祭司。
22Καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς· καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμὼν υἱὸν Δαυὶδ, καὶ ἔχρισαν αὐτὸν τῷ Κυρίῳ εἰς βασιλέα, καὶ Σαδὼκ εἰς ἱερωσύνην.
23於是 所羅門 坐在耶和華所賜的位上,接續他父親 大衛 作王,萬事亨通; 以色列 眾人也都聽從他。
23Καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ.
24眾首領和勇士,並 大衛 王的眾子,都順服 所羅門 王。
24Οἱ ἄρχοντες, καὶ οἱ δυνάσται, καὶ πάντες υἱοὶ Δαυὶδ τοῦ βασιλέως τοῦ πατρὸς αὐτοῦ, ὑπετάγησαν αὐτῷ.
25耶和華使 所羅門 在 以色列 眾人眼前甚為尊大,極其威嚴,勝過在他以前的 以色列 王。
25Καὶ ἐμεγάλυνε Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν παντὸς Ἰσραὴλ, καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.
26耶西 的兒子 大衛 作 以色列 眾人的王,
26Καὶ Δαυὶδ υἱὸς Ἰεσσαὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ
27作王共四十年:在 希伯崙 作王七年,在 耶路撒冷 作王三十三年。
27ἔτη τεσσράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτὰ, καὶ ἐν Ἱερουσαλὴμ ἔτη τριακοντατρία.
28他年紀老邁,日子滿足,享受豐富、尊榮,就死了。他兒子 所羅門 接續他作王。
28Καὶ ἐτελεύτησεν ἐν γήρᾳ καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσε Σαλωμὼν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
29大衛 王始終的事都寫在先見 撒母耳 的書上和先知 拿單 並先見 迦得 的書上。
29Οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυὶδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος, καὶ ἐπὶ λόγων Νάθαν τοῦ προφήτου, καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος,
30他的國事和他的勇力,以及他和 以色列 並列國所經過的事都寫在這書上。
30περὶ πάσης τῆς βασιλείας αὐτοῦ, καὶ τῆς δυναστείας αὐτοῦ, καὶ οἱ καιροὶ οἳ ἐγένοντο ἐπʼ αὐτῷ, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.
Tip: use the ← and → keys to turn chapters.