约书亚记 13
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1约书亚 年纪老迈,耶和华对他说:「你年纪老迈了,还有许多未得之地,
1Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν· καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν.
2就是 非利士 人的全境和 基述 人的全地。
2Καὶ αὕτη ἡ γῆ καταλελειμμένη· ὅρια Φυλιστιεὶμ, ὁ Γεσιρὶ, καὶ ὁ Χαναναῖος,
3从 埃及 前的 西曷河 往北,直到 以革伦 的境界,就算属 迦南 人之地。有 非利士 人五个首领所管的 迦萨 人、 亚实突 人、 亚实基伦 人、 迦特 人、 以革伦 人 之地 ,并有南方 亚卫 人之地。
3ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ, καὶ τῷ Ἀζωτίῳ, καὶ τῷ Ἀσκαλωνίτῃ, καὶ τῷ Γετθαίῳ, καὶ τῷ Ἀκκαρωνίτῃ, καὶ τῷ Εὐαίῳ,
4又有 迦南 人的全地,并属 西顿 人的 米亚拉 到 亚弗 ,直到 亚摩利 人的境界。
4ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ἀφὲκ, ἕως τῶν ὁρίων τῶν Ἀμοῤῥαίων,
5还有 迦巴勒 人之地,并向日出的全 黎巴嫩 ,就是从 黑门山 根的 巴力·迦得 ,直到 哈马口 。
5καὶ πᾶσαν τὴν γῆν Γαλιὰθ Φυλιστιεὶμ, καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν ἕως τῆς εἰσόδου Ἐμὰθ,
6山地的一切居民,从 黎巴嫩 直到 米斯利弗·玛音 ,就是所有的 西顿 人,我必在 以色列 人面前赶出他们去。你只管照我所吩咐的,将这地拈阄分给 以色列 人为业。
6πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερὲθ Μεμφωμαὶμ. Πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολοθρεύσω ἀπὸ προσώπου Ἰσραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ἰσραὴλ, ὃν τρόπον σοὶ ἐνετειλάμην.
7现在你要把这地分给九个支派和 玛拿西 半个支派为业。」
7Καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσή.
8玛拿西 那半支派和 吕便 、 迦得 二支派已经受了产业,就是耶和华的仆人 摩西 在 约旦河 东所赐给他们的:
8Ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ταῖς δυσὶ φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσή, τῷ Ῥουβὴν, καὶ τῷ Γὰδ ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· κατʼ ἀνατολὰς ἡλίου δέδωκεν αὐτῷ Μωυσῆς ὁ παῖς Κυρίου,
9是从 亚嫩谷 边的 亚罗珥 和谷中的城,并 米底巴 的全平原,直到 底本 ,
9ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνών, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος, καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβάν·
10和在 希实本 作王 亚摩利 王 西宏 的诸城,直到 亚扪 人的境界;
10Πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμοῤῥαίων, ὃς ἐβασίλευσεν ἐν Ἐσεβὼν ἕως τῶν ὁρίων υἱῶν Ἀμμῶν·
11又有 基列 地、 基述 人、 玛迦 人的地界,并 黑门 全山、 巴珊 全地,直到 撒迦 ;
11Καὶ τὴν Γαλααδίτιδα, καὶ τὰ ὅρια Γεσιρὶ, καὶ τοὺς Μαχατὶ, πᾶν ὄρος Ἀερμὼν, καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Ἀχά·
12又有 巴珊 王 噩 的全国—他在 亚斯他录 和 以得来 作王( 利乏音 人所存留的只剩下他)。这些地的人都是 摩西 所击杀、所赶逐的。
12Πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς, καὶ ἐξωλόθρευσε.
13以色列 人却没有赶逐 基述 人、 玛迦 人;这些人仍住在 以色列 中,直到今日。
13Καὶ οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσιρὶ, καὶ τὸν Μαχατὶ, καὶ τὸν Χαναναῖον· καὶ κατῷκει βασιλεὺς Γεσιρὶ καὶ ὁ Μαχατὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας.
14只是 利未 支派, 摩西 没有把产业分给他们。他们的产业乃是献与耶和华— 以色列 神的火祭,正如耶和华所应许他们的。
14Πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς Ἰσραὴλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος· καὶ οὗτος ὁ καταμερισμὸς, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
15摩西 按着 吕便 支派的宗族分给他们 产业 。
15Καὶ ἔδωκε Μωυσῆς τῇ φυλῇ Ῥουβὴν κατὰ δήμους αὐτῶν.
16他们的境界是 亚嫩谷 边的 亚罗珥 和谷中的城,靠近 米底巴 的全平原;
16Καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Ἀροὴρ, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ἀρνῶν, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Ἀρνῶν· καὶ πᾶσαν τὴν Μισὼρ,
17希实本 并属 希实本 平原的各城, 底本 、 巴末·巴力 、 伯·巴力·勉 、
17ἕως Ἐσεβὼν, καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ, καὶ Δαιβὼν, καὶ Βαιμὼν Βαὰλ, καὶ οἴκου Μεελβὼθ,
18雅杂 、 基底莫 、 米法押 、
18καὶ Βασὰν, καὶ Βακεδμὼθ, καὶ Μαιφαὰδ, καὶ, Καριθαὶμ,
19基列亭 、 西比玛 、谷中山的 细列·哈沙辖 、
19καὶ Σεβαμὰ, καὶ Σεραδὰ, καὶ Σιὼν ἐν τῷ ὄρει Ἐνὰβ,
20伯·毗珥 、 毗斯迦山 坡、 伯·耶西末 ;
20καὶ Βαιθφογὼρ, καὶ Ἀσηδὼθ Φασγὰ, καὶ Βαιτθασεινὼθ,
21平原的各城,并 亚摩利 王 西宏 的全国。这 西宏 曾在 希实本 作王, 摩西 把他和 米甸 的族长 以未 、 利金 、 苏珥 、 户珥 、 利巴 击杀了;这都是住那地属 西宏 为首领的。
21καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ, καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, ὃν ἐπάταξε Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ, καὶ τὸν Εὐὶ, καὶ τὸν Ῥοβὸκ, καὶ τὸν Σοὺρ, καὶ τὸν Οὒρ, καὶ τὸν Ῥοβὲ ἄρχοντα ἔναρα Σιὼν, καὶ τοὺς κατοικοῦντας Σιών.
22那时 以色列 人在所杀的人中,也用刀杀了 比珥 的儿子术士 巴兰 。
22Καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βαιὼρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ.
23吕便 人的境界就是 约旦河 与靠近 约旦河 的地。以上是 吕便 人按着宗族所得为业的诸城,并属城的村庄。
23Ἐγένετο δὲ τὰ ὅρια Ῥουβὴν, Ἰορδάνης ὅριον· αὑτη ἡ κληρονομία υἱῶν Ῥουβὴν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
24摩西 按着 迦得 支派的宗族分给他们 产业 。
24Ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν.
25他们的境界是 雅谢 和 基列 的各城,并 亚扪 人的一半地,直到 拉巴 前的 亚罗珥 ;
25Καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ· πᾶσαι πόλεις Γαλαὰδ, καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἀμμῶν ἕως Ἄραβα, ἥ ἐστι κατὰ προσωπον Ἀράδ.
26从 希实本 到 拉抹·米斯巴 和 比多宁 ,又从 玛哈念 到 底璧 的境界,
26Καὶ ἀπὸ Ἐσεβὼν ἕως Ἀραβὼθ κατὰ τὴν Μασσηφὰ, καὶ Βοτανὶμ, καὶ Μαὰν ἕως τῶν ὁρίων Δαιβὼν,
27并谷中的 伯·亚兰 、 伯·宁拉 、 疏割 、 撒分 ,就是 希实本 王 西宏 国中的余地,以及 约旦河 与靠近 约旦河 的地,直到 基尼烈海 的极边,都在 约旦河 东。
27καὶ Ἐναδὼμ καὶ Ὀθαργαῒ καὶ Βαινθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἐσεβών· καὶ ὁ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερὲθ πέραν τοῦ Ἰορδάνου ἀπʼ ἀνατολῶν.
28以上是 迦得 人按着宗族所得为业的诸城,并属城的村庄。
28Αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν καὶ κατὰ πόλεις αὐτῶν· κατὰ δήμους αὐτῶν αὐχένα ἐπιστρέψουσιν ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθη κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν, καὶ αἱ ἐπαύλεις αὐτῶν.
29摩西 把 产业 分给 玛拿西 半支派,是按着 玛拿西 半支派的宗族所分的。
29Καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν.
30他们的境界是从 玛哈念 起,包括 巴珊 全地,就是 巴珊 王 噩 的全国,并在 巴珊 、 睚珥 的一切城邑,共六十个。
30Καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μαὰν, καὶ πᾶσα βασιλεία Βασὰν, καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως τῆς Βασὰν, καὶ πάσας τὰς κώμας Ἰαῒρ, αἵ εἰσιν ἐν τῇ Βασανίτιδι, ἑξήκοντα πόλεις.
31基列 的一半,并 亚斯他录 、 以得来 ,就是属 巴珊 王 噩 国的二城,是按着宗族给 玛拿西 的儿子 玛吉 的一半子孙。
31Καὶ τὸ ἥμισυ τῆς Γαλαάδ· καὶ ἐν Ἀσταρὼθ, καὶ ἐν Ἐδραῒν πόλεις βασιλείας Ὢγ ἐν τῇ Βασανίτιδι, τοῖς υἱοῖς Μαχὶρ υἱοῖς Μανασσῆ, καὶ τοῖς ἡμίσεσιν υἱοις Μαχὶρ υἱοῖς Μανασσῆ, κατὰ δήμους αὐτῶν.
32以上是 摩西 在 约旦河 东对着 耶利哥 的 摩押 平原所分给他们的产业。
32Οὗτοι οὓς κατεκληρονόμησε Μωυσῆς πέραν τοῦ Ἰορδάνου ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπʼ ἀνατολῶν.
33只是 利未 支派, 摩西 没有把产业分给他们。耶和华— 以色列 的 神是他们的产业,正如耶和华所应许他们的。
no verse 33 in this text
Tip: use the ← and → keys to turn chapters.