约珥书 2
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1你们要在 锡安 吹角, 在我圣山吹出大声。 国中的居民都要发颤; 因为耶和华的日子将到, 已经临近。
1ΣΑΛΠΙΣΑΤΕ σάλπιγγι ἐν Σιών, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα Κυρίου, ὅτι ἐγγύς,
2那日是黑暗、幽冥、 密云、乌黑的日子, 好像晨光铺满山岭。 有一队蝗虫又大又强; 从来没有这样的, 以后直到万代也必没有。
2ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ᾿ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν.
3它们前面如火烧灭, 后面如火焰烧尽。 未到以前,地如 伊甸园 ; 过去以后,成了荒凉的旷野; 没有一样能躲避它们的。
3τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ.
4它们的形状如马, 奔跑如马兵。
4ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται·
5在山顶蹦跳的响声如车辆的响声, 又如火焰烧碎秸的响声, 好像强盛的民摆阵预备打仗。
5ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.
6它们一来,众民伤恸, 脸都变色。
6ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας.
7它们如勇士奔跑, 像战士爬城; 各都步行,不乱队伍。
7ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταί ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνουσι τὰς τρίβους αὐτῶν,
8彼此并不拥挤,向前各行其路, 直闯兵器,不偏左右。
8καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται, καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσι.
9它们蹦上城,蹿上墙, 爬上房屋, 进入窗户如同盗贼。
9τῆς πόλεως ἐπιλήψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται.
10它们一来, 地震天动, 日月昏暗, 星宿无光。
10πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ τὰ ἄστρα δύσουσι τὸ φέγγος αὐτῶν.
11耶和华在他军旅前发声, 他的队伍甚大; 成就他命的是强盛者。 因为耶和华的日子大而可畏, 谁能当得起呢?
11καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστι σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα Κυρίου, ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;
12耶和华说:虽然如此, 你们应当禁食、哭泣、悲哀, 一心归向我。
12καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν· ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ·
13你们要撕裂心肠, 不撕裂衣服。 归向耶和华—你们的 神; 因为他有恩典,有怜悯, 不轻易发怒, 有丰盛的慈爱, 并且后悔不降所说的灾。
13καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
14或者他转意后悔,留下余福, 就是留下献给耶和华—你们 神的素祭和奠祭, 也未可知。
14τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν καὶ θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν;
15你们要在 锡安 吹角, 分定禁食的日子, 宣告严肃会。
15σαλπίσατε σάλπιγγι ἐν Σιών, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν,
16聚集众民,使会众自洁: 招聚老者, 聚集孩童和吃奶的; 使新郎出离洞房, 新妇出离内室。
16συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.
17事奉耶和华的祭司 要在廊子和祭坛中间哭泣,说: 耶和华啊,求你顾惜你的百姓, 不要使你的产业受羞辱, 列邦管辖他们。 为何容列国的人说: 「他们的 神在哪里」呢?
17ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ καὶ ἐροῦσι· φεῖσαι, Κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖ ἔθνεσι· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;
18耶和华就为自己的地发热心, 怜恤他的百姓。
18Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ.
19耶和华应允他的百姓说: 我必赐给你们五谷、新酒,和油, 使你们饱足; 我也不再使你们受列国的羞辱;
19καὶ ἀπεκρίθη Κύριος καὶ εἶπε τῷ λαῷ αὐτοῦ· ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι·
20却要使北方来的 军队 远离你们, 将他们赶到干旱荒废之地: 前队赶入东海, 后队赶入西海; 因为他们所行的大恶, 臭气上升,腥味腾空。
20καὶ τὸν ἀπὸ Βορρᾶ ἐκδιώξω ἀφ᾿ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὐτοῦ.
21地土啊,不要惧怕; 要欢喜快乐, 因为耶和华行了大事。
21θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι.
22田野的走兽啊,不要惧怕; 因为,旷野的草发生, 树木结果, 无花果树、葡萄树也都效力。
22θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν αὐτοῦ, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν.
23锡安 的民哪,你们要快乐, 为耶和华—你们的 神欢喜; 因他赐给你们合宜的秋雨, 为你们降下甘霖, 就是秋雨、春雨,和先前一样。
23καὶ τὰ τέκνα Σιών, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ Κυρίῳ Θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν.
24禾场必满了麦子; 酒榨与油榨必有新酒和油盈溢。
24καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.
25我打发到你们中间的大军队, 就是蝗虫、蝻子、蚂蚱、剪虫, 那些年所吃的,我要补还你们。
25καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς.
26你们必多吃而得饱足, 就赞美为你们行奇妙事之耶和华—你们 神的名。 我的百姓必永远不至羞愧。
26καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἃ ἐποίησε μεθ᾿ ὑμῶν εἰς θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα·
27你们必知道我是在 以色列 中间, 又知道我是耶和华—你们的 神; 在我以外并无别神。 我的百姓必永远不致羞愧。
27καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῶσιν ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα.
28以后,我要将我的灵浇灌凡有血气的。 你们的儿女要说预言; 你们的老年人要做异梦, 少年人要见异象。
no verse 28 in this text
29在那些日子, 我要将我的灵浇灌我的仆人和使女。
no verse 29 in this text
30「在天上地下,我要显出奇事,有血,有火,有烟柱。
no verse 30 in this text
31日头要变为黑暗,月亮要变为血,这都在耶和华大而可畏的日子未到以前。
no verse 31 in this text
32到那时候,凡求告耶和华名的就必得救;因为照耶和华所说的,在 锡安山 , 耶路撒冷 必有逃脱的人,在剩下的人中必有耶和华所召的。」
no verse 32 in this text
Tip: use the ← and → keys to turn chapters.