加拉太书
Chapter 3

加拉太书

Chinese Union Version, p…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Greek New Testament, word by word (STEPBible TAGNT)
1无知的 加拉太 人哪,耶稣基督钉十字架,已经活画在你们眼前,谁又迷惑了你们呢?
1Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος;
2我只要问你们这一件:你们受了 圣 灵,是因行律法呢?是因听信 福音 呢?
2τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;
3你们既靠 圣 灵入门,如今还靠肉身成全吗?你们是这样的无知吗?
3οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
4你们受苦如此之多,都是徒然的吗?难道果真是徒然的吗?
4τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ.¶
5那赐给你们 圣 灵,又在你们中间行异能的,是因你们行律法呢?是因你们听信 福音 呢?
5Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;
6正如「 亚伯拉罕 信 神,这就算为他的义」。
6καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
7所以,你们要知道:那以信为本的人,就是 亚伯拉罕 的子孙。
7γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ.
8并且圣经既然预先看明, 神要叫外邦人因信称义,就早已传福音给 亚伯拉罕 , 说 :「万国都必因你得福。」
8προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.
9可见那以信为本的人和有信心的 亚伯拉罕 一同得福。
9ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
10凡以行律法为本的,都是被咒诅的;因为 经上 记着:「凡不常照律法书上所记一切之事去行的,就被咒诅。」
10ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.
11没有一个人靠着律法在 神面前称义,这是明显的;因为 经上 说:「义人必因信得生。」
11ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται·
12律法原不本乎信,只 说 :「行这些事的,就必因此活着。」
12ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ἀλλ᾽ ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς.¶
13基督既为我们受了咒诅,就赎出我们脱离律法的咒诅;因为 经上 记着:「凡挂在木头上都是被咒诅的。」
13Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·
14这便叫 亚伯拉罕 的福,因基督耶稣可以临到外邦人,使我们因信得着所应许的 圣 灵。
14ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
15弟兄们,我且照着人的常话说:虽然是人的文约,若已经立定了,就没有能废弃或加增的。
15ἀδελφοί, κατὰ ἄνθρωπον λέγω. ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
16所应许的原是向 亚伯拉罕 和他子孙说的。 神并不是说「众子孙」,指着许多人,乃是说「你那一个子孙」,指着一个人,就是基督。
16τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. οὐ λέγει· καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός· καὶ τῷ σπέρματί σου ὅς ἐστιν Χριστός.
17我是这么说, 神预先所立的约,不能被那四百三十年以后的律法废掉,叫应许归于虚空。
17τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
18因为承受产业,若本乎律法,就不本乎应许;但 神是凭着应许把产业赐给 亚伯拉罕 。
18εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ θεός.¶
19这样说来,律法是为什么有的呢?原是为过犯添上的,等候那蒙应许的子孙来到,并且是借天使经中保之手设立的。
19Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου.
20但中保本不是为一面作的; 神却是一位。
20ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν.¶
21这样,律法是与 神的应许反对吗?断乎不是!若曾传一个能叫人得生的律法,义就诚然本乎律法了。
21Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο. εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη·
22但圣经把众人都圈在罪里,使所应许的 福 因信耶稣基督,归给那信的人。
22ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.¶
23但这 因 信 得救的理 还未来以先,我们被看守在律法之下,直圈到那将来的真道显明出来。
23Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
24这样,律法是我们训蒙的师傅, 引我们 到基督那里,使我们因信称义。
24ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·
25但这 因 信 得救的理 既然来到,我们从此就不在师傅的手下了。
25ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
26所以,你们因信基督耶稣都是 神的儿子。
26πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ·
27你们受洗归入基督的都是披戴基督了。
27ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
28并不分 犹太 人、 希腊 人,自主的、为奴的,或男或女,因为你们在基督耶稣里都成为一了。
28οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
29你们既属乎基督,就是 亚伯拉罕 的后裔,是照着应许承受产业的了。
29εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατ᾽ ἐπαγγελίαν κληρονόμοι.¶

Tip: use the ← and → keys to turn chapters.