希伯来书
Chapter 1

希伯来书

Chinese Union Version, p…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Greek New Testament, word by word (STEPBible TAGNT)
1神既在古时借着众先知多次多方地晓谕列祖,
1Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
2就在这末世借着他儿子晓谕我们;又早已立他为承受万有的,也曾借着他创造诸世界。
2ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ ὃν ἔθηκεν κληρονόμον πάντων, δι᾽ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας,
3他是 神荣耀所发的光辉,是 神本体的真像,常用他权能的命令托住万有。他洗净了人的罪,就坐在高天至大者的右边。
3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς
4他所承受的名,既比天使的名更尊贵,就远超过天使。
4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.¶
5所有的天使, 神从来对哪一个说: 你是我的儿子, 我今日生你? 又指着哪一个说: 我要作他的父, 他要作我的子?
5Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
6再者, 神使长子到世上来的时候,就说: 神的使者都要拜他。
6ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.
7论到使者,又说: 神以风为使者, 以火焰为仆役;
7καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
8论到子却说: 神啊,你的宝座是永永远远的; 你的国权是正直的。
8πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἡ ῥάβδος εὐθύτητος ῥάβδος τῆς βασιλείας σου.
9你喜爱公义,恨恶罪恶; 所以 神,就是你的 神,用喜乐油膏你, 胜过膏你的同伴;
9ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
10又说:主啊,你起初立了地的根基; 天也是你手所造的。
10καὶ σὺ κατ᾽ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11天地都要灭没,你却要长存。 天地都要像衣服渐渐旧了;
11αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
12你要将天地卷起来,像一件外衣, 天地就都改变了。 惟有你永不改变; 你的年数没有穷尽。
12καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.¶
13所有的天使, 神从来对哪一个说: 你坐在我的右边, 等我使你仇敌作你的脚凳?
13πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
14天使岂不都是服役的灵、奉差遣为那将要承受救恩的人效力吗?
14οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;¶

Tip: use the ← and → keys to turn chapters.