提摩太前书 4
Chinese Union Version, punctuated (Simplified)
Greek New Testament: Textus Receptus
1圣灵明说,在后来的时候,必有人离弃真道,听从那引诱人的 邪 灵和鬼魔的道理。
1Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
2这是因为说谎之人的假冒;这等人的良心如同被热铁烙惯了一般。
2ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν,
3他们禁止嫁娶,又禁戒食物,就是 神所造、叫那信而明白真道的人感谢着领受的。
3κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
4凡 神所造的物都是好的,若感谢着领受,就没有一样可弃的,
4Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον, μετὰ εὐχαριστίας λαμβανόμενον·
5都因 神的道和人的祈求成为圣洁了。
5ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
6你若将这些事提醒弟兄们,便是基督耶稣的好执事,在真道的话语和你向来所服从的善道上得了教育。
6Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.
7只是要弃绝那世俗的言语和老妇荒谬的话,在敬虔上操练自己。
7Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
8「操练身体,益处还少;惟独敬虔,凡事都有益处,因有今生和来生的应许。」
8ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
9这话是可信的,是十分可佩服的。
9Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος.
10我们劳苦努力,正是为此,因我们的指望在乎永生的 神;他是万人的救主,更是信徒的救主。
10Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
11这些事,你要吩咐人,也要教导人。
11Παράγγελλε ταῦτα καὶ δίδασκε.
12不可叫人小看你年轻,总要在言语、行为、爱心、信心、清洁上,都作信徒的榜样。
12Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ.
13你要以宣读、劝勉、教导为念,直等到我来。
13Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
14你不要轻忽所得的恩赐,就是从前借着预言、在众长老按手的时候赐给你的。
14Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
15这些事你要殷勤去做,并要在此专心,使众人看出你的长进来。
15Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
16你要谨慎自己和自己的教训,要在这些事上恒心;因为这样行,又能救自己,又能救听你的人。
16Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
Tip: use the ← and → keys to turn chapters.