列王纪上
Chapter 21
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1这事以后,又有一事。 耶斯列 人 拿伯 在 耶斯列 有一个葡萄园,靠近 撒马利亚 王 亚哈 的宫。
1ΚΑΙ συνήθροισεν υἱὸς Ἄδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριακονταδύο βασιλεῖς μετ᾿ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾿ αὐτήν.
2亚哈 对 拿伯 说:「你将你的葡萄园给我作菜园,因为是靠近我的宫;我就把更好的葡萄园换给你,或是你要银子,我就按着价值给你。」
2καὶ ἀπέστειλε πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ εἰς τὴν πόλιν, καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει υἱὸς Ἄδερ·
3拿伯 对 亚哈 说:「我敬畏耶和华,万不敢将我先人留下的产业给你。」
3τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστι καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι.
4亚哈 因 耶斯列 人 拿伯 说「我不敢将我先人留下的产业给你」,就闷闷不乐地回宫,躺在床上,转脸向内,也不吃饭。
4καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπε· καθὼς ἐλάλησας, κύριέ μου βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά.
5王后 耶洗别 来问他说:「你为什么心里这样忧闷,不吃饭呢?」
5καὶ ἀνέστρεψαν οἱ ἄγγελοι, καὶ εἶπαν· τάδε λέγει ὁ υἱὸς Ἄδερ· ἐγὼ ἀπέστειλα πρός σε λέγων· τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα σου δώσεις ἐμοί·
6他回答说:「因我向 耶斯列 人 拿伯 说:『你将你的葡萄园给我,我给你价银,或是你愿意,我就把 别的 葡萄园换给你』;他却说:『我不将我的葡萄园给你。』」
6ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρός σε, καὶ ἐρευνήσουσι τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν, ἐφ᾿ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήψονται.
7王后 耶洗别 对 亚哈 说:「你现在是治理 以色列 国不是?只管起来,心里畅畅快快地吃饭,我必将 耶斯列 人 拿伯 的葡萄园给你。」
7καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς πρεσβυτέρους τῆς γῆς καὶ εἶπε· γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκε πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾿ αὐτοῦ.
8于是托 亚哈 的名写信,用王的印印上,送给那些与 拿伯 同城居住的长老贵胄。
8καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός· μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς.
9信上写着说:「你们当宣告禁食,叫 拿伯 坐在民间的高位上,
9καὶ εἶπε τοῖς ἀγγέλοις υἱοῦ Ἄδερ· λέγετε τῷ κυρίῳ ὑμῶν· πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ρῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῇραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον.
10又叫两个匪徒坐在 拿伯 对面,作见证告他说:『你谤渎 神和王了』;随后就把他拉出去用石头打死。」
10καὶ ἀπέστειλε πρὸς αὐτὸν υἱὸς Ἄδερ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξι παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.
11那些与 拿伯 同城居住的长老贵胄得了 耶洗别 的信,就照信而行,
11καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν· ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός.
12宣告禁食,叫 拿伯 坐在民间的高位上。
12καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς οἱ μετ᾿ αὐτοῦ ἐν σκηναῖς καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν.
13有两个匪徒来,坐在 拿伯 的对面,当着众民作见证告他说:「 拿伯 谤渎 神和王了!」众人就把他拉到城外,用石头打死。
13καὶ ἰδοὺ προφήτης εἷς προσῆλθε τῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ καὶ εἶπε· τάδε λέγει Κύριος· εἰ ἑώρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖράς σας, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.
14于是打发人去见 耶洗别 ,说:「 拿伯 被石头打死了。」
14καὶ εἶπεν Ἀχαάβ· ἐν τίνι; καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν Ἀχαάβ· τίς συνάξει τὸν πόλεμον; καὶ εἶπε· σύ.
15耶洗别 听见 拿伯 被石头打死,就对 亚哈 说:「你起来得 耶斯列 人 拿伯 不肯为价银给你的葡萄园吧!现在他已经死了。」
15καὶ ἐπεσκέψατο Ἀχαὰβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσια τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πάντα υἱὸν δυνάμεως, ἑπτὰ χιλιάδας.
16亚哈 听见 拿伯 死了,就起来,下去要得 耶斯列 人 拿伯 的葡萄园。
16καὶ ἐξῆλθε μεσημβρίας· καὶ υἱὸς Ἄδερ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ᾿ αὐτοῦ.
17耶和华的话临到 提斯比 人 以利亚 说:
17καὶ ἐξῆλθον ἄρχοντες παιδάρια τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσι καὶ ἀπαγγέλλουσι τῷ βασιλεῖ Συρίας λέγοντες· ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας.
18「你起来,去见住 撒马利亚 的 以色列 王 亚哈 ,他下去要得 拿伯 的葡萄园,现今正在那园里。
18καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἐκπορεύονται, συλλαβεῖν αὐτοὺς ζῶντας· καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλαβεῖν αὐτούς·
19你要对他说:『耶和华如此说:你杀了人,又得他的产业吗?』又要对他说:『耶和华如此说:狗在何处舔 拿伯 的血,也必在何处舔你的血。』」
19καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ ἡ δύναμις ὀπίσω αὐτῶν
20亚哈 对 以利亚 说:「我仇敌啊,你找到我吗?」他回答说:「我找到你了;因为你卖了自己,行耶和华眼中看为恶的事。
20ἐπάταξεν ἕκαστος τὸν παρ᾿ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ᾿ αὐτοῦ, καὶ ἔφυγε Συρία, καὶ κατεδίωξεν αὐτοὺς Ἰσραήλ· καὶ σῴζεται υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἐφ᾿ ἵππου ἱππέως.
21耶和华说 :『我必使灾祸临到你,将你除尽。凡属你的男丁,无论困住的、自由的,都从 以色列 中剪除。
21καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰσραὴλ καὶ ἔλαβε πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξε πληγὴν μεγάλην ἐν Συρίᾳ.
22我必使你的家像 尼八 的儿子 耶罗波安 的家,又像 亚希雅 的儿子 巴沙 的家;因为你惹我发怒,又使 以色列 人陷在罪里。』
22καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ἰσραὴλ καὶ εἶπε· κραταιοῦ καὶ γνῶθι καὶ ἴδε τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ.
23论到 耶洗别 ,耶和华也说:『狗在 耶斯列 的外郭必吃 耶洗别 的肉。
23καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον· Θεὸς ὀρέων Θεὸς Ἰσραὴλ καὶ οὐ Θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾿ εὐθύ, εἰ μὴν κραταιώσωμεν ὑπὲρ αὐτούς.
24凡属 亚哈 的人,死在城中的必被狗吃,死在田野的必被空中的鸟吃。』」 (
24καὶ τὸ ρῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾿ αὐτῶν σατράπας,
25从来没有像 亚哈 的,因他自卖,行耶和华眼中看为恶的事,受了王后 耶洗别 的耸动;
25καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾿ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως.
26就照耶和华在 以色列 人面前所赶出的 亚摩利 人,行了最可憎恶的事,信从偶像。)
26καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Ἄδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Ἀφεκὰ εἰς πόλεμον ἐπὶ Ἰσραήλ.
27亚哈 听见这话,就撕裂衣服,禁食,身穿麻布,睡卧也穿着麻布,并且缓缓而行。
27καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ἰσραὴλ ἐξεναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησε τὴν γῆν.
28耶和华的话临到 提斯比 人 以利亚 说:
28καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπε τῷ βασιλεῖ Ἰσραήλ· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν εἶπε Συρία· Θεὸς ὀρέων Κύριος ὁ Θεὸς Ἰσραὴλ καὶ οὐ Θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.
29「 亚哈 在我面前这样自卑,你看见了吗?因他在我面前自卑,他还在世的时候,我不降这祸;到他儿子的时候,我必降这祸与他的家。」
29καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ἰσραὴλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ.
no verse 30 in this text
30καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Ἀφεκὰ εἰς τὴν πόλιν, καὶ ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. καὶ υἱὸς Ἄδερ ἔφυγε καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος, εἰς τὸ ταμιεῖον.
no verse 31 in this text
31καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οἶδα ὅτι βασιλεῖς Ἰσραὴλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ἰσραήλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν.
no verse 32 in this text
32καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ἰσραήλ· δοῦλός σου υἱὸς Ἄδερ λέγει· ζησάτω δὴ ἡ ψυχὴ ἡμῶν. καὶ εἶπεν· εἰ ἔτι ζῇ, ἀδελφός μού ἐστι.
no verse 33 in this text
33καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἐσπείσαντο καὶ ἀνελέξαντο τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον· ἀδελφός σου υἱὸς Ἄδερ. καὶ εἶπεν· εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθε πρὸς αὐτὸν υἱὸς Ἄδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.
no verse 34 in this text
34καὶ εἶπε πρὸς αὐτόν· τὰς πόλεις, ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σεαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν.
no verse 35 in this text
35Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ Κυρίου· πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν.
no verse 36 in this text
36καὶ εἶπε πρὸς αὐτόν· ἀνθ᾿ ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπ᾿ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ᾿ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν.
no verse 37 in this text
37καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπε· πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψε.
no verse 38 in this text
38καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ἰσραὴλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο ἐν τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ.
no verse 39 in this text
39καὶ ἐγένετο ὡς παρεπορεύετο ὁ βασιλεύς, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν· ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγε πρός με ἄνδρα καὶ εἶπε πρός με· φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου στήσεις·
no verse 40 in this text
40καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς Ἰσραήλ· ἰδοὺ καὶ τὰ ἔνεδρα παρ᾿ ἐμοὶ ἐφόνευσας.
no verse 41 in this text
41καὶ ἔσπευσε καὶ ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ἰσραήλ, ὅτι ἐκ τῶν προφητῶν οὗτος.
no verse 42 in this text
42καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.
no verse 43 in this text
43καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ἰσραὴλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν.

Tip: use the ← and → keys to turn chapters.