历代志上 14
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1泰尔 王 希兰 将香柏木运到 大卫 那里,又差遣使者和石匠、木匠给 大卫 建造宫殿。
1ΚΑΙ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.
2大卫 就知道耶和华坚立他作 以色列 王,又为自己的民 以色列 ,使他的国兴旺。
2καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.
3大卫 在 耶路撒冷 又立后妃,又生儿女。
3Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν Ἱερουσαλήμ, καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.
4在 耶路撒冷 所生的众子是 沙母亚 、 朔罢 、 拿单 、 所罗门 、
4καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμὼν
5益辖 、 以利书亚 、 以法列 、
5καὶ Ἰβαὰρ καὶ Ἐλισαὲ καὶ Ἐλιφαλὲτ
6挪迦 、 尼斐 、 雅非亚 、
6καὶ Ναγὲθ καὶ Ναφὰγ καὶ Ἰαφιὲ
7以利沙玛 、 比利雅大 、 以利法列 。
7καὶ Ἐλισαμαὲ καὶ Ἐλιαδὲ καὶ Ἐλιφαλέτ.
8非利士 人听见 大卫 受膏作 以色列 众人的王, 非利士 众人就上来寻索 大卫 。 大卫 听见,就出去迎敌。
8Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς.
9非利士 人来了,布散在 利乏音谷 。
9καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.
10大卫 求问 神,说:「我可以上去攻打 非利士 人吗?你将他们交在我手里吗?」耶和华说:「你可以上去,我必将他们交在你手里。」
10καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Θεοῦ λέγων· εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ Κύριος· ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.
11非利士 人来到 巴力·毗拉心 , 大卫 在那里杀败他们。 大卫 说:「 神借我的手冲破敌人,如同水冲去一般」;因此称那地方为 巴力·毗拉心 。
11καὶ ἀνέβη εἰς Βαὰλ Φαρασὶν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυίδ· καὶ εἶπε Δαυίδ· διέκοψεν ὁ Θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρασίν.
12非利士 人将神像撇在那里, 大卫 吩咐人用火焚烧了。
12καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν οἱ ἀλλόφυλοι, καὶ εἶπε Δαυὶδ κατακαῦσαι αὐτοὺς ἐν πυρί.
13非利士 人又布散在 利乏音谷 。
13καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.
14大卫 又求问 神。 神说:「不要一直地上去,要转到他们后头,从桑林对面攻打他们。
14καὶ ἠρώτησε Δαυὶδ ἔτι ἐν Θεῷ, καὶ εἶπεν αὐτῷ ὁ Θεός· οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων·
15你听见桑树梢上有脚步的声音,就要出战,因为 神已经在你前头去攻打 非利士 人的军队。」
15καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε εἰσελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ Θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.
16大卫 就遵着 神所吩咐的,攻打 非利士 人的军队,从 基遍 直到 基色 。
16καὶ ἐποίησε καθὼς ἐνετείλατο αὐτῷ ὁ Θεός, καὶ ἐπάταξε τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γαζηρά.
17于是 大卫 的名传扬到列国,耶和华使列国都惧怕他。
17καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκε τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.
Tip: use the ← and → keys to turn chapters.