Numbers 32
Berean Standard BibleTranslation
Berean Standard Bible
Septuagint (Brenton Greek text, with Apocrypha)
1Now the Reubenites and Gadites, who had very large herds and flocks, surveyed the lands of Jazer and Gilead, and they saw that the region was suitable for livestock.
1Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ἰαζὴρ, καὶ τὴν χώραν Γαλαάδ· καὶ ἦν ὁ τόπος, τόπος κτήνεσι·
2So the Gadites and Reubenites came to Moses, Eleazar the priest, and the leaders of the congregation, and said,
2Καὶ προσελθόντες οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ, εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς, λέγοντες,
3“Ataroth, Dibon, Jazer, Nimrah, Heshbon, Elealeh, Sebam, Nebo, and Beon,
3Ἀταρὼθ, καὶ Δαιβὼν, καὶ Ἰαζὴρ, καὶ Ναμρὰ, καὶ Ἐσεβὼν, καὶ Ἐλεαλὴ, καὶ Σεβαμὰ, καὶ Ναβαὺ, καὶ Βαιάν,
4which the LORD conquered before the congregation of Israel, are suitable for livestock—and your servants have livestock.”
4τὴν γῆν ἣν παραδέδωκε Κύριος ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, γῆ κτηνοτρόφος ἐστὶ, καὶ τοῖς παισί σου κτήνη ὑπάρχει.
5“If we have found favor in your sight,” they said, “let this land be given to your servants as a possession. Do not make us cross the Jordan.”
5Καὶ ἔλεγον, εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ἰορδάνην.
6But Moses asked the Gadites and Reubenites, “Shall your brothers go to war while you sit here?
6Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβὴν, οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς τὸν πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ;
7Why are you discouraging the Israelites from crossing into the land that the LORD has given them?
7Καὶ ἱνατί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ἰσραὴλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν Κύριος δίδωσιν αὐτοῖς;
8This is what your fathers did when I sent them from Kadesh-barnea to inspect the land.
8Οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Κάδης Βαρνὴ κατανοῆσαι τὴν γῆν;
9For when your fathers went up to the Valley of Eshcol and saw the land, they discouraged the Israelites from entering the land that the LORD had given them.
9καὶ ἀνέβησαν φάραγγα βότρυος, καὶ κατενόησαν τὴν γῆν, καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ἰσραὴλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκε Κύριος αὐτοῖς.
10So the anger of the LORD was kindled that day, and He swore an oath, saying,
10Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὤμοσε, λέγων,
11‘Because they did not follow Me wholeheartedly, not one of the men twenty years of age or older who came out of Egypt will see the land that I swore to give Abraham, Isaac, and Jacob—
11εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ ἀγαθὸν καὶ τὸ κακὸν, τὴν γῆν ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου·
12not one except Caleb son of Jephunneh the Kenizzite and Joshua son of Nun—because they did follow the LORD wholeheartedly.’
12πλὴν Χάλεβ υἱὸς Ἰεφοννὴ ὁ διακεχωρισμένος, καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ, ὅτι συνεπηκολούθησεν ὀπίσω Κυρίου.
13The anger of the LORD burned against Israel, and He made them wander in the wilderness forty years, until the whole generation who had done evil in His sight was gone.
13Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν Ἰσραήλ, καὶ κατερόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ, οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι Κυρίου.
14Now behold, you, a brood of sinners, have risen up in place of your fathers to further stoke the burning anger of the LORD against Israel.
14Ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύντριμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς Κυρίου ἐπὶ Ἰσραήλ.
15For if you turn away from following Him, He will once again leave this people in the wilderness, and you will be the cause of their destruction.”
15Ὅτι ἀποστραφήσεσθε ἀπʼ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην.
16Then the Gadites and Reubenites approached Moses and said, “We want to build sheepfolds here for our livestock and cities for our little ones.
16Καὶ προσῆλθον αὐτῷ, καὶ ἔλεγον, ἐπαύλεις προβάτων οἰκοδομήσομεν ὧδε τοῖς κτήνεσιν ἡμῶν, καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν.
17But we will arm ourselves and be ready to go ahead of the Israelites until we have brought them into their place. Meanwhile, our little ones will remain in the fortified cities for protection from the inhabitants of the land.
17Καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν Ἰσραὴλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσι τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν.
18We will not return to our homes until every Israelite has taken possession of his inheritance.
18Οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ἰσραὴλ, ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ.
19Yet we will not have an inheritance with them across the Jordan and beyond, because our inheritance has come to us on the east side of the Jordan.”
19Καὶ οὐκέτι κληρονομήσομεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν ἀνατολαῖς.
20Moses replied, “If you will do this—if you will arm yourselves before the LORD for battle,
20Καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς, ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι Κυρίου εἰς πόλεμον,
21and if every one of your armed men crosses the Jordan before the LORD, until He has driven His enemies out before Him,
21καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ἰορδάνην ἔναντι Κυρίου, ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ,
22then when the land is subdued before the LORD, you may return and be free of obligation to the LORD and to Israel. And this land will belong to you as a possession before the LORD.
22καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι Κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῶοι ἔναντι Κυρίου, καὶ ἀπὸ Ἰσραήλ· καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι Κυρίου.
23But if you do not do this, you will certainly sin against the LORD—and be assured that your sin will find you out.
23Ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι Κυρίου· καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά.
24Build cities for your little ones and folds for your flocks, but do what you have promised.”
24Καὶ οἰκοδομήσετε ὑμῖν ἑαυτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν, καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν· καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε.
25The Gadites and Reubenites said to Moses, “Your servants will do just as our lord commands.
25Καὶ εἶπαν υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ πρὸς Μωυσῆν, λέγοντες, οἱ παῖδές σου ποιήσουσι καθὰ ὁ Κύριος ἡμῶν ἐντέλλεται.
26Our children, our wives, our livestock, and all our animals will remain here in the cities of Gilead.
26Ἡ ἀποσκευὴ ἡμῶν, καὶ αἱ γυναῖκες ἡμῶν, καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλαάδ.
27But your servants are equipped for war, and every man will cross over to the battle before the LORD, just as our lord says.”
27Οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι Κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον ὁ κύριος λέγει.
28So Moses gave orders about them to Eleazar the priest, to Joshua son of Nun, and to the family leaders of the tribes of Israel.
28Καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ἐλεάζαρ τὸν ἱερέα, καὶ Ἰησοῦν υἱὸν Ναυὴ, καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ἰσραήλ.
29And Moses said to them, “If the Gadites and Reubenites cross the Jordan with you, with every man armed for battle before the LORD, and the land is subdued before you, then you are to give them the land of Gilead as a possession.
29Καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς, ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθʼ ὑμῶν τὸν Ἰορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι Κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει.
30But if they do not arm themselves and go across with you, then they must accept their possession among you in the land of Canaan.”
30Ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθʼ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι Κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰς γυναῖκας αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χαναὰν, καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χαναάν.
31The Gadites and Reubenites replied, “As the LORD has spoken to your servants, so we will do.
31Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ λέγοντες, ὅσα ὁ Κύριος λέγει τοῖς θεράπουσιν, οὕτω ποιήσομεν ἡμεῖς.
32We will cross over into the land of Canaan armed before the LORD, that we may have our inheritance on this side of the Jordan.”
32Διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Κυρίου εἰς γῆν Χαναὰν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ἰορδάνου.
33So Moses gave to the Gadites, to the Reubenites, and to the half-tribe of Manasseh son of Joseph the kingdom of Sihon king of the Amorites and the kingdom of Og king of Bashan—the land including its cities and the territory surrounding them.
33Καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γὰδ, καὶ τοῖς υἱοῖς Ῥουβὴν, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν Ἰωσὴφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμοῤῥαίων, καὶ τὴν βασιλείαν Ὢγ βασιλέως τῆς Βασὰν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ.
34And the Gadites built up Dibon, Ataroth, Aroer,
34Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν, καὶ τὴν Ἀταρὼθ, καὶ τὴν Ἀροὴρ,
35Atroth-shophan, Jazer, Jogbehah,
35καὶ τὴν Σοφὰρ, καὶ τὴν Ἰαζὴρ, καὶ ὕψωσαν αὐτὰς,
36Beth-nimrah, and Beth-haran as fortified cities, and they built folds for their flocks.
36καὶ τὴν Ναμρὰμ, καὶ τὴν Βαιθαρὰν, πόλεις ὀχυρὰς, καὶ ἐπαύλεις προβάτων.
37The Reubenites built up Heshbon, Elealeh, Kiriathaim,
37Καὶ οἱ υἱοὶ Ῥουβὴν ᾠκοδόμησαν τὴν Ἐσεβὼν, καὶ Ἐλεάλην, καὶ Καριαθὰμ,
38as well as Nebo and Baal-meon (whose names were changed), and Sibmah. And they renamed the cities they rebuilt.
38καὶ τὴν Βεελμεὼν, περικεκυκλωμένας, καὶ τὴν Σεβαμά· καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν.
39The descendants of Machir son of Manasseh went to Gilead, captured it, and drove out the Amorites who were there.
39Καὶ ἐπορεύθη υἱὸς Μαχὶρ υἱοῦ Μανασσὴ Γαλαὰδ, καὶ ἔλαβεν αὐτὴν, καὶ ἀπώλεσε τὸν Ἀμοῤῥαῖον τὸν κατοικοῦντα ἐν αὐτῇ.
40So Moses gave Gilead to the clan of Machir son of Manasseh, and they settled there.
40Καὶ ἔδωκε Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχὶρ υἱῷ Μανασσῆ, καὶ κατῴκησεν ἐκεῖ.
41Jair, a descendant of Manasseh, went and captured their villages and called them Havvoth-jair.
41Καὶ Ἰαῒρ ὁ τοῦ Μανασσῆ ἐπορεύθη, καὶ ἔλαβε τὰς ἐπαύλεις αὐτῶν, καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις Ἰαΐρ.
42And Nobah went and captured Kenath and its villages and called it Nobah, after his own name.
42Καὶ Ναβαὺ ἐπορεύθη, καὶ ἔλαβε τὴν Καὰθ καὶ τὰς κώμας αὐτῆς, καὶ ἐπωνόμασεν αὐτὰς Ναβὼθ ἐκ τοῦ ὀνόματος αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.