Numbers 8
Berean Standard BibleTranslation
Berean Standard Bible
Septuagint (Brenton Greek text, with Apocrypha)
1Then the LORD said to Moses,
1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τῷ Ἀαρὼν,
2“Speak to Aaron and tell him: ‘When you set up the seven lamps, they are to light the area in front of the lampstand.’”
2καὶ ἐρεῖς πρὸς αὐτὸν, ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους, κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι.
3And Aaron did so; he set up the lamps facing toward the front of the lampstand, just as the LORD had commanded Moses.
3Καὶ ἐποίησεν οὕτως Ἀαρών· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψε τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ·
4This is how the lampstand was constructed: it was made of hammered gold from its base to its blossoms, fashioned according to the pattern the LORD had shown Moses.
4Καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ, χρυσῆ, ὁ καυλὸς αὐτῆς, καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος ὃ ἔδειξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησε τὴν λυχνίαν.
5Again the LORD spoke to Moses, saying,
5Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων,
6“Take the Levites from among the Israelites and make them ceremonially clean.
6λάβε τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραὴλ, καὶ ἀφαγνιεῖς αὐτούς.
7This is what you must do to cleanse them: Sprinkle them with the water of purification. Have them shave their whole bodies and wash their clothes, and so purify themselves.
7Καὶ οὕτω ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιῤῥανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ· καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται.
8Then have them take a young bull with its grain offering of fine flour mixed with oil, and you are to take a second young bull for a sin offering.
8Καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν, καὶ τούτου θυσίαν σεμίδαλιν ἀναπεποιημένην ἐν ἐλαίῳ· καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήψῃ περὶ ἁμαρτίας.
9Bring the Levites before the Tent of Meeting and assemble the whole congregation of Israel.
9Καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ·
10You are to present the Levites before the LORD and have the Israelites lay their hands upon them.
10Καὶ προσάξεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας·
11Aaron is to present the Levites before the LORD as a wave offering from the sons of Israel, so that they may perform the service of the LORD.
11Καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευίτας ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου.
12And the Levites are to lay their hands on the heads of the bulls, and offer to the LORD one as a sin offering and the other as a burnt offering, to make atonement for the Levites.
12Οἱ δὲ Λευῖται ἐπιθήσονσι τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων· καὶ ποιήσεις τὸν ἕνα περὶ ἁμαρτίας, καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα Κυρίῳ, ἐξιλάσασθαι περὶ αὐτῶν.
13You are to have the Levites stand before Aaron and his sons and then present them before the LORD as a wave offering.
13Καὶ στήσεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἔναντι Ἀαρὼν, καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι Κυρίου·
14In this way you shall separate the Levites from the rest of the Israelites, and the Levites will belong to Me.
14Καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραήλ· καὶ ἔσονταί μοι.
15After you have cleansed them and presented them as a wave offering, they may come to serve at the Tent of Meeting.
15Καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίον· καὶ καθαριεῖς αὐτοὺς, καὶ ἀποδώσεις αὐτοὺς ἔναντι Κυρίου.
16For the Levites have been wholly given to Me from among the sons of Israel. I have taken them for Myself in place of all who come first from the womb, the firstborn of all the sons of Israel.
16ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοι εἰσὶν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ἰσραὴλ εἴληφα αὐτοὺς ἐμοί.
17For every firstborn male in Israel is Mine, both man and beast. I set them apart for Myself on the day I struck down all the firstborn in the land of Egypt.
17Ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα αὐτοὺς ἐμοὶ,
18But I have taken the Levites in place of all the firstborn among the sons of Israel.
18καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ἰσραήλ.
19And I have given the Levites as a gift to Aaron and his sons from among the Israelites, to perform the service for the Israelites at the Tent of Meeting and to make atonement on their behalf, so that no plague will come against the Israelites when they approach the sanctuary.”
19Καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ἰσραὴλ, ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραήλ· καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Ἰσραὴλ προσεγγίζων πρὸς τὰ ἅγια.
20So Moses, Aaron, and the whole congregation of Israel did with the Levites everything that the LORD had commanded Moses they should do.
20Καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρὼν καὶ πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ τοῖς Λευίταις καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ.
21The Levites purified themselves and washed their clothes, and Aaron presented them as a wave offering before the LORD. Aaron also made atonement for them to cleanse them.
21Καὶ ἡγνίσαντο οἱ Λευῖται, καὶ ἐπλύναντο τὰ ἱμάτια· καὶ ἀπέδωκεν αὐτοὺς Ἀαρὼν ἀπόδομα ἔναντι Κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ἀαρὼν ἀφαγνίσασθαι αὐτούς.
22After that, the Levites came to perform their service at the Tent of Meeting in the presence of Aaron and his sons. Thus they did with the Levites just as the LORD had commanded Moses.
22Καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ἀαρὼν, καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς.
23And the LORD said to Moses,
23Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
24“This applies to the Levites: Men twenty-five years of age or older shall enter to perform the service in the work at the Tent of Meeting.
24τοῦτό ἐστι τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω, εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·
25But at the age of fifty, they must retire from performing the work and no longer serve.
25Καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας, καὶ οὐκ ἐργᾶται ἔτι.
26After that, they may assist their brothers in fulfilling their duties at the Tent of Meeting, but they themselves are not to do the work. This is how you are to assign responsibilities to the Levites.”
26Καὶ λειτουργήσει ὁ ἀδελφὸς αὑτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακὰς, ἔργα δὲ οὐκ ἐργᾶται· οὕτως ποιήσεις τοῖς Λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν.
Tip: use the ← and → keys to turn chapters.