Epistle of Barnabas
Chapter 21
Epistle of Barnabas
Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

Epistle of Barnabas 21

Epistle of BarnabasOriginal language

1Καλὸν οὖν ἐστὶν μαθόντα τὰ δικαιώματα τοῦ κυρίου, ὅσα γέγραπται, ἐν τούτοις περιπατεῖν: ὁ γὰρ ταῦτα ποιῶν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ δοξασθήσεται: ὁ ἐκεῖνα ἐκλεγόμενος μετὰ τῶν ἔργων αὐτοῦ συναπολεῖται. διὰ τοῦτο ἀνάστασις. διὰ τοῦτο ἀνταπόδομα.

2ἐρωτῶ τοὺς ὑπερέχοντας, εἴ τινά μου γνώμης ἀγαθῆς λαμβάνετε συμβουλίαν: ἔχετε μεθ̓ ἑαυτῶν εἰς οὓς ἐργάσησθε τὸ καλόν: μὴ ἐλλείπητε,

3ἐγγὺς ἡ ἡμέρα ἐν ᾗ συναπολεῖται πάντα τῷ πονηρῷ: ἐγγὺς ὁ κύριος καὶ ὁ μισθὸς αὐτοῦ.

4ἔτι καὶ ἔτι ἐρωτῶ ὑμᾶς: ἑαυτῶν γίνεσθε νομοθέται ἀγαθοί, ἑαυτῶν μένετε σύμβουλοι πιστοί, ἄρατε ἐξ ὑμῶν πᾶσαν ὑπόκρισιν.

5ὁ δὲ θεός, ὁ τοῦ παντὸς κόσμου κυριεύων, δῴη ὑμῖν σοφίαν, σύνεσιν. ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν.

6γίνεσθε δὲ θεοδίδακτοι, ἐκζητοῦντες τί ζητεῖ κύριος ἀφ̓ ὑμῶν, καὶ ποιεῖτε ἵνα εὑρεθῆτε ἐν ἡμέρᾳ κρίσεως.

7εἰ δὲ τίς ἐστιν ἀγαθοῦ μνεία, μνημονεύετέ μου μελετῶντες ταῦτα, ἵνα καὶ ἡ ἐπιθυμία καὶ ἡ ἀγρυπνία εἴς τι ἀγαθὸν χωρήσῃ. ἐρωτῶ ὑμᾶς, χάριν αἰτούμενος.

8ἕως ἔτι τὸ καλὸν σκεῦός ἐστιν μεθ̓ ὑμῶν, μὴ ἐλλείπητε μηδενὶ ἑαυτῶν, ἀλλὰ συνεχῶς ἐκζητεῖτε ταῦτα καὶ ἀναπληροῦτε πᾶσαν ἐντολήν: ἔστιν γὰρ ἄξια.

9διὸ μᾶλλον ἐσπούδασα γράψαι ἀφ̓ ὧν ἠδυνήθην. εἰς τὸ εὐφρᾶναι ὑμᾶς. σώζεσθε, ἀγάπης τέκνα καὶ εἰρήνης. ὁ κύριος τῆς δόξης καὶ πάσης χάριτος μετὰ τοῦ πνεύματος ὑμῶν. Ἐπιστολὴ Βαρνάβα

Tip: use the ← and → keys to turn chapters.