Epistle of Barnabas
Chapter 18
Epistle of Barnabas
Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

Epistle of Barnabas 18

Epistle of BarnabasOriginal language

1Μεταβῶμεν δὲ καὶ ἐπὶ ἑτέραν γνῶσιν καὶ διδαχήν. Ὁδοὶ δύο εἰσὶν διδαχῆς καὶ ἐξουσίας, ἥ τε τοῦ φωτὸς καὶ ἡ τοῦ σκότους. διαφορὰ δὲ πολλὴ τῶν δύο ὁδῶν. ἐφ̓ ἧς μὲν γάρ εἰσιν τεταγμένοι φωταγωγοὶ ἄγγελοι τοῦ θεοῦ, ἐφ̓ ἦς δὲ ἄγγελοι τοῦ σατανᾶ.

2καὶ ὁ μέν ἐστιν κύριος ἀπὸ αἰώνων καὶ εἰς τοὺς αἰῶνας, ὁ δὲ ἄρχων καιροῦ τοῦ νῦν τῆς ἀνομίας.

Tip: use the ← and → keys to turn chapters.