Epistle of Barnabas
Chapter 17
Epistle of Barnabas
Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

Epistle of Barnabas 17

Epistle of BarnabasOriginal language

1Ἐφ̓ ὅσον ἦν ἐν δυνατῷ καὶ ἁπλότητι δηλῶσαι ὑμῖν, ἐλπίζει μου ἡ ψυχὴ τῇ ἐπιθυμίᾳ μου μὴ παραλελοιπέναι τι τῶν ἀνηκόντων εἰς σωτηρίαν.

2ἐὰν γὰρ περὶ τῶν ἐνεστώτων ἢ μελλόντων γράφω ὑμῖν, οὐ μὴ νοήσητε διὰ τὸ ἐν παραβολαῖς κεῖσθαι. ταῦτα μὲν οὕτως.

Tip: use the ← and → keys to turn chapters.