2 Clement
Chapter 4
2 Clement

Read in

Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

2 Clement 4

2 ClementOriginal language

1Μὴ μόνον οὖν αὐτὸν καλῶμεν κύριον: οὐ γὰρ τοῦτο σώσει ἡμᾶς.

2λέγει γάρ: Οὐ πᾶς ὁ λέγων μοι: Κύριε, κύριε, σωθήσεται, ἀλλ’ ὁ ποιῶν τὴν δικαιοσύνην.

3ὥστε οὖν, ἀδελφοί, ἐν τοῖς ἔργοις αὐτὸν ὁμολογῶμεν, ἐν τῷ ἀγαπᾶν ἑαυτούς, ἐν τῷ μὴ μοιχᾶσθαι μηδὲ καταλαλεῖν ἀλλήλων μηδὲ ζηλοῦν, ἀλλ’ ἐγκρατεῖς εἶναι, ἐλεήμονας, ἀγαθούς: καὶ συμπάσχειν ἀλλήλοις ὀφείλομεν, καὶ μὴ φιλαργυρεῖν. ἐν τούτοις τοῖς ἔργοις ὁμολογῶμεν αὐτὸν καὶ μὴ ἐν τοῖς ἐναντίοις:

4καὶ οὐ δεῖ ἡμᾶς φοβεῖσθαι τοὺς ἀνθρώπους μᾶλλον, ἀλλὰ τὸν θεόν.

5διὰ τοῦτο, ταῦτα ὑμῶν πρασσόντων, εἶπεν ὁ κύριος: Ἐὰν ἦτε μετ’ ἐμοῦ συνηγμένοι ἐν τῷ κόλπῳ μου καὶ μὴ ποιῆτε τὰς ἐντολάς μου, ἀποβαλῶ ὑμᾶς καὶ ἐρῶ ὑμῖν: Ὑπάγετε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ, ἐργάται ἀνομίας.

Tip: use the ← and → keys to turn chapters.