2 Clement
Chapter 3
2 Clement

Read in

Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

2 Clement 3

2 ClementOriginal language

1Τοσοῦτον οὖν ἔλεος ποιήσαντος αὐτοῦ εἰς ἡμᾶς, πρῶτον μέν, ὅτι ἡμεῖς οἱ ζῶντες τοῖς νεκροῖς θεοῖς οὐ θύομεν καὶ οὐ προσκυνοῦμεν αὐτοῖς, ἀλλὰ ἔγνωμεν δἰ αὐτοῦ τὸν πατέρα τῆς ἀληθείας: τίς ἡ γνῶσις ἡ πρὸς αὐτόν, ἢ τὸ μὴ ἀρνεῖσθαι δἰ οὖ ἔγνωμεν αὐτόν;

2λέγει δὲ καὶ αὐτός: Τὸν ὁμολογήσαντά με ἐνώπιον τῶν ἀνθρώπων. ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου.

3οὗτος οὖν ἐστὶν ὁ μισθὸς ἡμῶν, ἐὰν οὖν ὁμολογήσωμεν δἰ οὖ ἐσώθημεν.

4ἐν τίνι δὲ αὐτὸν ὁμολογοῦμεν; ἐν τῷ ποιεῖν ἃ λέγει καὶ μὴ παρακούειν αὐτοῦ τῶν ἐντολῶν, καὶ μὴ μόνον χείλεσιν αὐτὸν τιμᾶν, ἀλλὰ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης τῆς διανοίας.

5λέγει δὲ καὶ ἐν τῷ Ἡσαΐᾳ: Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ’ ἐμοῦ.

Tip: use the ← and → keys to turn chapters.