2 Clement
Chapter 2
2 Clement

Read in

Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

2 Clement 2

2 ClementOriginal language

1Εὐφράνθητι, στείρα ἦ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ὃ εἶπεν: Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ἡμᾶς εἶπεν: στεῖρα γὰρ ἦν ἡ ἐκκλησία ἡμῶν πρὸ τοῦ δοθῆναι αὐτῇ τέκνα.

2ὃ δὲ εἶπεν: Βόησον, ἡ οὐκ ὠδίνουσα, τοῦτο λέγει: τὰς προσευχὰς ἡμῶν ἁπλῶς ἀναφέρειν πρὸς τὸν θεόν. μὴ ὡς αἱ ὠδίνουσαι ἐγκακῶμεν,

3δ δὲ εἶπεν: Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα: ἐπεὶ ἔρημος ἐδόκει εἶναι ἀπὸ τοῦ θεοῦ ὁ λαὸς ἡμῶν. νυνὶ δὲ πιστεύσαντες πλείονες ἐγενόμεθα τῶν δοκούντων ἔχειν θεόν.

4καὶ ἑτέρα δὲ γραφὴ λέγει, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς:

5τοῦτο λέγει, ὅτι δεῖ τοὺς ἀπολλυμένους σώζειν.

6ἐκεῖνο γάρ ἐστιν μέγα καὶ θαυμαστὸν οὐ τὰ ἑστῶτα στηρίζειν, ἀλλὰ τὰ πίπτοντα.

7οὕτως καὶ ὁ Χριστὸς ἠθέλησεν σῶσαι τὰ ἀπολλύμενα, καὶ ἔσωσεν πολλούς, ἐλθὼν καὶ καλέσας ἡμᾶς ἤδη ἀπολλυμένους.

Tip: use the ← and → keys to turn chapters.