Leviticus
Chapter 18
World English Bible
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

Leviticus 18

World English Bible
Septuagint (Brenton Greek text, with Apocrypha)
1The LORD said to Moses,
1Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων,
2“Speak to the children of Israel, and say to them, ‘I am the LORD your God.
2λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
3You shall not do as they do in the land of Egypt, where you lived. You shall not do as they do in the land of Canaan, where I am bringing you. You shall not follow their statutes.
3Κατὰ τὰ ἐπιτηδεύματα Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπʼ αὐτῇ, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναὰν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε.
4You shall do my ordinances. You shall keep my statutes and walk in them. I am the LORD your God.
4Τὰ κρίματά μου ποιήσετε, καὶ τὰ προστάγματά μου φυλάξεσθε, καὶ πορεύεσθε ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
5You shall therefore keep my statutes and my ordinances, which if a man does, he shall live in them. I am the LORD.
5Καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου, καὶ πάντα τὰ κρίματά μου, καὶ ποιήσετε αὐτά· ἃ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
6“‘None of you shall approach any close relatives, to uncover their nakedness: I am the LORD.
6Ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖα σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ Κύριος.
7“‘You shall not uncover the nakedness of your father, nor the nakedness of your mother: she is your mother. You shall not uncover her nakedness.
7Ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις, μήτηρ γάρ σου ἐστὶν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
8“‘You shall not uncover the nakedness of your father’s wife. It is your father’s nakedness.
8Ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη πατρός σου ἐστίν.
9“‘You shall not uncover the nakedness of your sister, the daughter of your father, or the daughter of your mother, whether born at home or born abroad.
9Ἀσχημοσύνην τῆς ἀδελφῆς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἐνδογενοῦς ἢ γεγεννημένης ἔξω, οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτῶν.
10“‘You shall not uncover the nakedness of your son’s daughter, or of your daughter’s daughter, even their nakedness; for theirs is your own nakedness.
10Ἀσχημοσύνην θυγατρὸς υἱοῦ σου, ἢ θυγατρὸς θυγατρός σου, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν, ὅτι σὴ ἀσχημοσύνη ἐστίν.
11“‘You shall not uncover the nakedness of your father’s wife’s daughter, conceived by your father, since she is your sister.
11Ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ὁμοπατρία ἀδελφή σου ἐστὶν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
12“‘You shall not uncover the nakedness of your father’s sister. She is your father’s near kinswoman.
12Ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ πατρός σου ἐστιν.
13“‘You shall not uncover the nakedness of your mother’s sister, for she is your mother’s near kinswoman.
13Ἀσχημοσύνην ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ μητρός σου ἐστίν.
14“‘You shall not uncover the nakedness of your father’s brother. You shall not approach his wife. She is your aunt.
14Ἀσχημοσύνην ἀδελφοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις, καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ, συγγενὴς γάρ σου ἐστίν.
15“‘You shall not uncover the nakedness of your daughter-in-law. She is your son’s wife. You shall not uncover her nakedness.
15Ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις, γυνὴ γὰρ υἱοῦ σου ἐστὶν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
16“‘You shall not uncover the nakedness of your brother’s wife. It is your brother’s nakedness.
16Ἀσχημοσύνην γυναικὸς ἀδελφοῦ σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη ἀδελφοῦ σου ἐστίν.
17“‘You shall not uncover the nakedness of a woman and her daughter. You shall not take her son’s daughter, or her daughter’s daughter, to uncover her nakedness. They are near kinswomen. It is wickedness.
17Ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν θυγατέρα τοῦ υἱοῦ αὐτῆς, καὶ τὴν θυγατέρα τῆς θυγατρὸς αὐτῆς οὐ λήψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν, οἰκεῖαι γάρ σου εἰσίν· ἀσέβημα ἐστι.
18“‘You shall not take a wife in addition to her sister, to be a rival, to uncover her nakedness, while her sister is still alive.
18Γυναῖκα ἐπʼ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπʼ αὐτῇ, ἔτι ζώσης αὐτῆς.
19“‘You shall not approach a woman to uncover her nakedness, as long as she is impure by her uncleanness.
19Καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐκ εἰσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς.
20“‘You shall not lie carnally with your neighbor’s wife, and defile yourself with her.
20Καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτήν.
21“‘You shall not give any of your children as a sacrifice to Molech. You shall not profane the name of your God. I am the LORD.
21Καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι· καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος.
22“‘You shall not lie with a man as with a woman. That is detestable.
22Καὶ μετὰ ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν, βδέλυγμα γάρ ἐστι.
23“‘You shall not lie with any animal to defile yourself with it. No woman may give herself to an animal, to lie down with it: it is a perversion.
23Καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν, ἐκμιανθῆναι πρὸς αὐτό· καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασθῆναι· μυσαρὸν γάρ ἐστι.
24“‘Don’t defile yourselves in any of these things; for in all these the nations which I am casting out before you were defiled.
24Μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμίανθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,
25The land was defiled. Therefore I punished its iniquity, and the land vomited out her inhabitants.
25καὶ ἐξεμιάνθη ἡ γῆ καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοῖς διʼ αὐτὴν, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπʼ αὐτῆς.
26You therefore shall keep my statutes and my ordinances, and shall not do any of these abominations; neither the native-born, nor the stranger who lives as a foreigner among you
26Καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου, καὶ πάντα τὰ προστάγματά μου, καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων ὁ ἐγχώριος, καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν·
27(for the men of the land that were before you had done all these abominations, and the land became defiled),
27(Πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς, οἱ ὄντες πρότερον ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ·)
28that the land not vomit you out also, when you defile it, as it vomited out the nation that was before you.
28καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτὴν, ὃν τρόπον προσώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν.
29“‘For whoever shall do any of these abominations, even the souls that do them shall be cut off from among their people.
29Ὅτι πᾶς ὃς ἐὰν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν.
30Therefore you shall keep my requirements, that you do not practice any of these abominable customs which were practiced before you, and that you do not defile yourselves with them. I am the LORD your God.’”
30Καὶ φυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, ἃ γέγονε πρὸ τοῦ ὑμᾶς· καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.

Tip: use the ← and → keys to turn chapters.