2 ซามูเอล 10
Freedom Bible (Thai)Translation
Freedom Bible (Thai)
Septuagint (Brenton Greek text, with Apocrypha)
1ต่อมากษัตริย์ของชาวอัมโมนสิ้นชีวิต ฮานูนบุตรชายจึงขึ้นครองราชย์แทน
1Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανε βασιλεὺς υἱῶν Ἀμμὼν, καὶ ἐβασίλευσεν Ἀννὼν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2ดาวิดกล่าวว่า “ข้าจะแสดงความเมตตาต่อฮานูนบุตรนาหาช เหมือนที่พ่อของเขาเคยแสดงความเมตตาต่อข้า” ดาวิดจึงส่งคนรับใช้ไปปลอบใจฮานูนเรื่องพ่อของเขา คนของดาวิดเดินทางเข้าสู่ดินแดนชาวอัมโมน
2Καὶ εἶπε Δαυὶδ, ποιήσω ἔλεος μετὰ Ἀννὼν υἱοῦ Ναὰς, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετʼ ἐμοῦ ἔλεος. Καὶ ἀπέστειλεν Δαυὶδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ· καὶ παρεγένοντο οἱ παῖδες Δαυὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών.
3แต่บรรดาผู้นำของชาวอัมโมนพูดกับฮานูนผู้เป็นนายว่า “ท่านคิดว่าดาวิดส่งคนมาปลอบใจเพราะต้องการให้เกียรติพ่อของท่านจริงหรือ? เขาส่งคนมาสำรวจเมือง สอดแนม และหาทางทำลายเมืองมิใช่หรือ?”
3Καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀννῶν τὸν κύριον αὐτῶν, μὴ παρὰ τὸ δοξάζειν Δαυὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέ σοι παρακαλοῦντας; ἀλλʼ ὅπως οὐχὶ ἐρευνήσωσι τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλε Δαυὶδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ;
4ฮานูนจึงจับคนของดาวิด โกนเคราครึ่งหนึ่งของแต่ละคน ตัดเสื้อผ้าตรงกลางจนถึงบั้นท้าย แล้วปล่อยพวกเขาไป
4Καὶ ἔλαβεν Ἀννὼν τοὺς παῖδας Δαυὶδ, καὶ ἐξύρησε τοὺς πώγωνας αὐτῶν, καὶ ἀπέκοψε τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν, καὶ ἐξαπέστειλεν αὐτούς.
5เมื่อมีคนบอกดาวิด ท่านส่งคนไปพบพวกเขา เพราะชายเหล่านั้นอับอายมาก กษัตริย์สั่งว่า “อยู่ที่เยรีโคจนกว่าเคราจะงอกขึ้นใหม่ แล้วค่อยกลับมา”
5Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεὺς, καθίσατε ἐν Ἱεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε.
6เมื่อชาวอัมโมนรู้ว่าตนเป็นที่ชิงชังของดาวิด พวกเขาจึงส่งคนไปจ้างทหารราบชาวซีเรียจากเบธเรโหบและโศบาห์สองหมื่นคน กษัตริย์แห่งมาอาคาห์พร้อมคนหนึ่งพันคน และคนจากโทบอีกหนึ่งหมื่นสองพันคน
6Καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυίδ· καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθραὰμ, καὶ τὴν Συρίαν Σουβὰ, καὶ Ῥοὼβ, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Ἀμαλὴκ χιλίους ἄνδρας, καὶ Ἰστὼβ δώδεκα χιλιάδας ἀνδρῶν.
7ดาวิดทราบข่าวจึงส่งโยอาบกับกองทัพทั้งหมดของเหล่านักรบผู้กล้าออกไป
7Καὶ ἤκουσε Δαυὶδ, καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν δύναμιν τοὺς δυνατούς.
8ชาวอัมโมนออกมาตั้งแนวรบตรงทางเข้าประตูเมือง ส่วนชาวซีเรียจากโศบาห์และเรโหบ รวมทั้งคนจากโทบและมาอาคาห์ ตั้งกำลังแยกกันอยู่ในทุ่ง
8Καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῇς πύλης, Συρίας Σουβὰ καὶ Ῥοὼβ καὶ Ἰστὼβ καὶ Ἀμαλὴκ μόνοι ἐν ἀγρῷ.
9โยอาบเห็นว่ามีข้าศึกทั้งด้านหน้าและด้านหลัง จึงเลือกทหารชั้นยอดของอิสราเอลมาจัดแนวรบสู้กับชาวซีเรีย
9Καὶ εἶδεν Ἰωὰβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον ἐξεναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπελέξατο ἐκ πάντων τῶν νεανιῶν Ἰσραὴλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας.
10ส่วนทหารที่เหลือ โยอาบมอบให้อาบีชัยน้องชายบัญชาการเพื่อตั้งแนวรบสู้กับชาวอัมโมน
10Καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών.
11โยอาบบอกอาบีชัยว่า “ถ้าชาวซีเรียมีกำลังมากกว่าข้า เจ้าจงมาช่วยข้า แต่ถ้าชาวอัมโมนมีกำลังมากกว่าเจ้า ข้าจะไปช่วยเจ้า
11Καὶ εἶπεν, εὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμὲ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν· καὶ ἐὰν κραταιωθῶσιν υἱοὶ Ἀμμὼν ὑπὲρ σὲ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε.
12จงกล้าหาญและเข้มแข็งเพื่อประชาชนของเราและเมืองต่าง ๆ ของพระเจ้าของเรา ขอพระยาห์เวห์ทรงทำสิ่งที่พระองค์ทรงเห็นว่าดี”
12Ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.
13โยอาบกับคนที่อยู่กับเขาเข้าโจมตีชาวซีเรีย ชาวซีเรียจึงหนีไปต่อหน้าโยอาบ
13Καὶ προσῆλθεν Ἰωὰβ καὶ ὁ λαὸς αὐτοῦ μετʼ αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ.
14เมื่อชาวอัมโมนเห็นว่าชาวซีเรียหนีแล้ว พวกเขาก็หนีอาบีชัยเข้าไปในเมืองเช่นกัน โยอาบจึงถอนทัพจากชาวอัมโมนและกลับเยรูซาเล็ม
14Καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὅτι ἔφυγε Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Ἀβεσσὰ, καὶ εἰσῆλθον εἰς τὴν πόλιν· καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμὼν, καὶ παρεγένετο εἰς Ἱερουσαλήμ.
15เมื่อชาวซีเรียเห็นว่าตนพ่ายแพ้แก่อิสราเอล พวกเขาก็รวมกำลังกันอีก
15Καὶ εἶδε Συρία ὅτι ἔπτάισεν ἔμπροσθεν Ἰσραὴλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό.
16ฮาดัดเอเซอร์ส่งคนไปเรียกชาวซีเรียที่อยู่ฟากโน้นของแม่น้ำมา พวกเขามาถึงเฮลาม โดยมีโชบัคผู้บัญชาการกองทัพของฮาดัดเอเซอร์นำทัพ
16Καὶ ἀπέστειλεν Ἀδρααζὰρ, καὶ συνήγαγε τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμὰκ, καὶ παρεγένοντο Αἱλάμ· καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν.
17เมื่อดาวิดทราบข่าว ท่านรวบรวมชาวอิสราเอลทั้งหมด ข้ามแม่น้ำจอร์แดนไปถึงเฮลาม ชาวซีเรียตั้งแนวรบสู้กับดาวิด และทั้งสองฝ่ายก็รบกัน
17Καὶ ἀπηγγέλη τῷ Δαυὶδ, καὶ συνήγαγε τὸν πάντα Ἰσραὴλ, καὶ διέβη τὸν Ἰορδάνην, καὶ παρεγένετο εἰς Αἰλάμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυὶδ, καὶ ἐπολέμησαν μετʼ αὐτοῦ.
18ชาวซีเรียหนีไปต่อหน้าอิสราเอล ดาวิดฆ่าคนขับรถรบชาวซีเรียเจ็ดร้อยคน และพลม้าสี่หมื่นคน ท่านยังโจมตีโชบัคผู้บัญชาการกองทัพจนเขาตายที่นั่น
18Καὶ ἔφυγε Συρία ἀπὸ πρόσωπου Ἰσραήλ· καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα, καὶ τεσσαράκοντα χιλιάδας ἱππέων, καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ.
19เมื่อกษัตริย์ทั้งหลายที่เป็นข้ารับใช้ของฮาดัดเอเซอร์เห็นว่าตนพ่ายแพ้แก่อิสราเอล พวกเขาก็ทำสันติภาพกับอิสราเอลและรับใช้อิสราเอล ชาวซีเรียจึงไม่กล้าช่วยชาวอัมโมนอีก
19Καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἀδρααζὰρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραὴλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς· καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών.
Tip: use the ← and → keys to turn chapters.