ΙΑΚΩΒΟΥ 4
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Freedom Bible (フリーダム・バイブル)
1Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
1あなたがたの間の戦いや争いは、どこから来るのでしょうか。あなたがたの体の中で戦う快楽への欲望から来るのではありませんか。
2ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε· οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
2あなたがたは欲しがっても、手に入りません。人を殺し、むさぼっても、得ることができません。争い、戦い続けています。あなたがたが持っていないのは、願い求めないからです。
3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
3願い求めても受けられないのは、求め方が悪く、自分の快楽のために使おうとしているからです。
4μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
4姦淫を犯す者たちよ。世を友とすることは、神に敵対することだと知らないのですか。ですから、世の友になりたいと願う人は、自分を神の敵とするのです。
5ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν,
5それとも、聖書が「私たちのうちに住んでおられる聖霊は、ねたむほどに私たちを慕っておられる」と語るのは、無意味だと思うのですか。
6μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.¶
6しかし、神はさらに豊かな恵みを与えてくださいます。そのため、聖書はこう言っています。「神は高ぶる者に逆らい、へりくだる者に恵みを与えられる。」
7ὑποτάγητε οὖν τῷ θεῷ. ἀντίστητε τῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾽ ὑμῶν,
7ですから、神に従いなさい。悪魔に抵抗しなさい。そうすれば、悪魔はあなたがたから逃げ去ります。
8ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
8神に近づきなさい。そうすれば、神はあなたがたに近づいてくださいます。罪人たちよ、手を清めなさい。心の定まらない者たちよ、心を清めなさい。
9ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν.
9嘆き、悲しみ、泣きなさい。あなたがたの笑いを嘆きに、喜びを憂いに変えなさい。
10ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμᾶς.¶
10主の前でへりくだりなさい。そうすれば、主があなたがたを高くしてくださいます。
11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
11兄弟たち、互いを悪く言ってはなりません。兄弟を悪く言い、裁く人は、律法を悪く言い、律法を裁いています。しかし、律法を裁くなら、あなたは律法を行う者ではなく、その裁判官です。
12εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ τίς εἶ ὁ κρίνων τὸν πλησίον;¶
12律法を定める方はただお一人であり、その方だけが救うことも滅ぼすこともできます。それなのに、ほかの人を裁くあなたは、いったい何者ですか。
13Ἄγε νῦν οἱ λέγοντες· σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν·
13さあ、「今日か明日、この町へ行き、そこで一年を過ごして商売をし、利益を上げよう」と言っている人たちよ。
14οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν. ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη·
14あなたがたには、明日どうなるかさえ分かりません。あなたがたのいのちとは、いったい何でしょう。しばらく現れて、その後消えてしまう霧にすぎません。
15ἀντὶ τοῦ λέγειν ὑμᾶς· ἐὰν ὁ κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.
15むしろ、こう言うべきです。「主が望まれるなら、私たちは生きて、これやあれをしよう。」
16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
16ところが今、あなたがたは大言壮語し、それを誇っています。そのような誇りはすべて悪です。
17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.¶
17ですから、良いことをすべきだと知りながら、それを行わない人にとって、それは罪です。
Tip: use the ← and → keys to turn chapters.