ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Freedom Bible (フリーダム・バイブル)
1Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
1五日後、大祭司アナニアが数人の長老と、テルティロという弁護士を伴って下って来ました。彼らは総督にパウロを訴えました。
2κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
2パウロが呼び出されると、テルティロは告発を始めて言いました。「閣下のおかげで私どもは大いなる平和を享受し、また、閣下の先見の明によって、この国民に繁栄がもたらされています。
3πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
3フェリクス閣下、私どもはいつでも、どこでも、このことを心から感謝して受け入れております。
4ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
4これ以上お時間を取らないため、どうか寛大なお心で、私どもの短い話をお聞きくださるようお願いいたします。
5εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως·
5実は、この男は疫病のような者で、世界中のすべてのユダヤ人の間に反乱を起こし、ナザレ人の一派の首謀者であることが分かりました。
6ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν
6神殿さえ汚そうとしたので、私どもは彼を捕らえました。
8παρ᾽ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
8あなたご自身でこの男を取り調べれば、私どもが告発しているこれらすべてのことを確かめることができます。」
9συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.¶
9ユダヤ人たちもこの告発に加わり、事実はそのとおりだと主張しました。
10Ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι·
10総督が話すよう合図すると、パウロは答えました。「閣下が長年にわたり、この国民の裁判官を務めてこられたことを私は知っていますので、喜んで自分の弁明をいたします。
11δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ·
11私が礼拝のためエルサレムへ上ってから、まだ十二日しかたっていないことは、閣下ご自身で確かめることができます。
12καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν·
12彼らは、私が神殿でだれかと論争したり、会堂や町で群衆を扇動したりしているところを見つけてはいません。
13οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
13また、今私を訴えている事柄を、閣下に証明することもできません。
14ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ πιστεύων πᾶσιν τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις,
14しかし、このことは閣下に認めます。私は、彼らが一派と呼んでいる『この道』に従い、父祖たちの神に仕えています。そして、律法に従うすべてのことと、預言者たちの書に記されているすべてのことを信じています。
15ἐλπίδα ἔχων εἰς τὸν θεὸν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων·
15また、正しい者も正しくない者も死者の中から復活するという、彼ら自身も待ち望んでいる望みを神に抱いています。
16ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.¶
16それで私も、神に対しても人に対しても、責められるところのない良心をいつも保つよう努めています。
17δι᾽ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
17さて、私は何年かぶりに、自分の国民に施しと供え物を届けるために帰って来ました。
18ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου,
18その供え物をしているとき、アジアから来た何人かのユダヤ人が、私が身を清めて神殿にいるのを見つけました。そこには群衆もおらず、騒動もありませんでした。
19οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρὸς ἐμέ.
19もし私に対して何かあるのなら、その者たちがここに来て、閣下の前で訴えるべきでした。
20ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου,
20そうでなければ、私が最高法院の前に立ったとき、どんな不正を見つけたのか、ここにいる人たち自身に言わせてください。
21ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ᾽ ὑμῶν.¶
21私が彼らの中に立って、『私は死者の復活のことで、今日あなたがたの前で裁かれている』と叫んだ、ただ一つのことだけでしょう。」
22Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ εἴπας· ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς.
22しかしフェリクスは「この道」についてかなり詳しく知っていたので、裁判を延期して言いました。「千人隊長リシアが下って来たとき、おまえたちの訴えを裁定する。」
23διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.¶
23そして百人隊長に、パウロを拘留しておくものの、ある程度の自由を与え、友人のだれかが彼に仕えたり面会したりすることを禁じないよう命じました。
24Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως.
24数日後、フェリクスはユダヤ人である妻ドルシラを伴ってやって来ました。そしてパウロを呼び寄せ、キリスト・イエスに対する信仰について彼の話を聞きました。
25διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε·
25パウロが義と自制と来るべき裁きについて論じると、フェリクスは恐ろしくなって答えました。「今は帰ってよい。都合のよい時が来たら、また呼び出す。」
26ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.¶
26同時に彼は、パウロが釈放してもらうため金を渡すことも期待していました。そのため、さらにたびたび彼を呼び出して話をしました。
27Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον, θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.¶
27しかし二年がたつと、ポルキオ・フェストがフェリクスの後任となりました。フェリクスはユダヤ人たちの好意を得ようとして、パウロを鎖につないだままにしておきました。
Tip: use the ← and → keys to turn chapters.