ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Freedom Bible (フリーダム・バイブル)
1Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
1パウロは最高法院をじっと見つめて言いました。「兄弟たち。私は今日まで、あらゆる点で良心に恥じることなく、神の御前で生きてきました。」
2ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
2すると大祭司アナニアは、そばに立っている者たちに、パウロの口を打つよう命じました。
3τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;
3そこでパウロは彼に言いました。「白く塗った壁よ、神があなたを打たれる。あなたは律法に従って私を裁くために座っていながら、律法に反して私を打つよう命じるのですか。」
4οἱ δὲ παρεστῶτες εἶπαν· τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;
4そばに立っていた者たちは言いました。「神の大祭司を侮辱するのか。」
5ἔφη τε ὁ Παῦλος· οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.¶
5パウロは言いました。「兄弟たち、私はこの方が大祭司だとは知りませんでした。『あなたの民の支配者を悪く言ってはならない』と書かれているからです。」
6Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ· ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.¶
6パウロは、一方がサドカイ人で、もう一方がパリサイ人であることに気づくと、最高法院で叫びました。「兄弟たち。私はパリサイ人で、パリサイ人の子です。私は死者の復活という望みのことで裁かれているのです。」
7Τοῦτο δὲ αὐτοῦ εἰπόντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
7パウロがこう言うと、パリサイ人とサドカイ人の間に論争が起こり、集まった人々は二つに分かれました。
8Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.¶
8サドカイ人は、復活も天使も霊もないと言い、パリサイ人はそのすべてがあると認めているからです。
9Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος
9激しい叫び声が上がりました。パリサイ派の律法学者が何人か立って強く主張しました。「この男には何の悪も見つからない。もし霊か天使が彼に語ったのなら、神に逆らって戦うのはやめよう。」
10πολλῆς δὲ γινομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.¶
10論争がさらに激しくなると、千人隊長はパウロが彼らに引き裂かれるのを恐れ、兵士たちに、下りて行って彼らの中からパウロを力ずくで取り出し、兵営へ連れて来るよう命じました。
11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· θάρσει ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.¶
11その夜、主がパウロのそばに立って言われました。 「勇気を出しなさい、パウロ。あなたはエルサレムで私について証ししたように、ローマでも証ししなければならない。」
12Γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.
12夜が明けると、ユダヤ人たちの一部が徒党を組み、パウロを殺すまでは何も食べず、何も飲まないと誓って、自分たちに呪いをかけました。
13ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι·
13この陰謀に加わった者は四十人を超えていました。
14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
14彼らは祭司長たちと長老たちのところへ行って言いました。「われわれはパウロを殺すまでは何も口にしないと、厳しい呪いをかけて誓いました。
15νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.¶
15そこで今、あなたがたは最高法院と共に、パウロの件をもっと詳しく調べるという口実で、明日、彼を自分たちのところへ連れて下るよう、千人隊長に申し入れてください。われわれは彼がここへ近づく前に殺す準備ができています。」
16Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ.
16しかし、パウロの姉妹の息子が待ち伏せのことを聞きつけ、兵営に入ってパウロに知らせました。
17προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.
17そこでパウロは百人隊長の一人を呼んで言いました。「この若者を千人隊長のところへ連れて行ってください。お伝えしたいことがあるそうです。」
18ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σὲ ἔχοντά τι λαλῆσαί σοι.
18百人隊長は彼を千人隊長のところへ連れて行って言いました。「囚人パウロが私を呼び、この若者をあなたのところへ連れて行ってほしいと頼みました。お伝えしたいことがあるそうです。」
19ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο· τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
19千人隊長は若者の手を取り、人のいない所へ連れて行って、「私に伝えたいこととは何か」とひそかに尋ねました。
20εἶπεν δὲ ὅτι οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
20若者は言いました。「ユダヤ人たちはパウロのことをもっと詳しく調べるふりをして、明日、彼を最高法院へ連れて下るよう、あなたに願い出ることで合意しています。
21σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτὸν καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.¶
21しかし、彼らの願いを聞き入れないでください。四十人を超える者たちが彼を待ち伏せしています。彼らはパウロを殺すまでは何も食べず、何も飲まないと誓い、自分たちに呪いをかけています。今は準備を整え、あなたの承諾を待っています。」
22Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.¶
22千人隊長は「このことを私に知らせたと、だれにも言ってはならない」と若者に命じて帰しました。
23Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατονταρχῶν εἶπεν· ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
23それから百人隊長を二人呼んで言いました。「午後九時に、 カイサリアへ向けて出発できるよう、兵士二百人、騎兵七十人、槍兵二百人を用意しなさい。」
24κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα·
24また、パウロを乗せて総督フェリクスのもとへ無事に送り届けるため、馬も用意するよう命じました。
25γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον·¶
25そして、次のような手紙を書きました。
26Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
26「クラウディオ・リシアから、フェリクス閣下へ。ごあいさつ申し上げます。
27τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν·
27この男がユダヤ人たちに捕らえられ、殺されようとしていたところ、彼がローマ市民であると知ったので、私は兵士を率いて行って救出しました。
28βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν·
28また、彼らがこの男を訴えた理由を知りたいと思い、彼らの最高法院へ連れて下りました。
29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα.
29すると、彼らの律法に関する問題で訴えられているだけで、死刑や投獄に値する罪には問われていないことが分かりました。
30μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι ἐξαυτῆς ἔπεμψα πρὸς σὲ παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ.
30しかし、この男に対するユダヤ人たちの待ち伏せがあると知らされたので、ただちにあなたのもとへ送りました。また、訴える者たちには、彼に対する告発をあなたの前で申し立てるよう命じてあります。お元気で。」
31Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα.
31そこで兵士たちは命令どおりパウロを引き取り、夜のうちにアンティパトリスまで連れて行きました。
32τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
32翌日、騎兵たちにパウロの護送を任せ、自分たちは兵営へ帰りました。
33οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
33騎兵たちはカイサリアに着くと、総督に手紙を渡し、パウロも引き渡しました。
34ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
34総督は手紙を読むと、パウロがどの属州の出身かと尋ねました。キリキア出身だと分かると、
35διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν.¶
35「おまえを訴える者たちも到着したら、詳しく事情を聞こう」と言い、ヘロデの官邸で監禁するよう命じました。
Tip: use the ← and → keys to turn chapters.