ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
World English Bible
1Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ ⸀δέησις πρὸς τὸν θεὸν ὑπὲρ ⸀αὐτῶν εἰς σωτηρίαν.
1Brothers, my heart’s desire and my prayer to God is for Israel, that they may be saved.
2μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν,
2For I testify about them that they have a zeal for God, but not according to knowledge.
3ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ⸀ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν·
3For being ignorant of God’s righteousness, and seeking to establish their own righteousness, they didn’t subject themselves to the righteousness of God.
4τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
4For Christ is the fulfillment of the law for righteousness to everyone who believes.
5Μωϋσῆς γὰρ γράφει ⸂ὅτι τὴν δικαιοσύνην τὴν ἐκ ⸀τοῦ νόμου⸃ ὁ ⸀ποιήσας ἄνθρωπος ζήσεται ἐν ⸀αὐτῇ.
5For Moses writes about the righteousness of the law, “The one who does them will live by them.”
6ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτʼ ἔστιν Χριστὸν καταγαγεῖν·
6But the righteousness which is of faith says this, “Don’t say in your heart, ‘Who will ascend into heaven?’ (that is, to bring Christ down);
7ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτʼ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
7or, ‘Who will descend into the abyss?’ (that is, to bring Christ up from the dead.)”
8ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
8But what does it say? “The word is near you, in your mouth and in your heart;” that is, the word of faith which we preach:
9ὅτι ἐὰν ⸀ὁμολογήσῃς ἐν τῷ στόματί ⸀σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
9that if you will confess with your mouth that Jesus is Lord and believe in your heart that God raised him from the dead, you will be saved.
10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν·
10For with the heart one believes resulting in righteousness; and with the mouth confession is made resulting in salvation.
11λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.
11For the Scripture says, “Whoever believes in him will not be disappointed.”
12οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
12For there is no distinction between Jew and Greek; for the same Lord is Lord of all, and is rich to all who call on him.
13Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
13For, “Whoever will call on the name of the Lord will be saved.”
14Πῶς οὖν ⸀ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ ⸀πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ⸀ἀκούσωσιν χωρὶς κηρύσσοντος;
14How then will they call on him in whom they have not believed? How will they believe in him whom they have not heard? How will they hear without a preacher?
15πῶς δὲ ⸀κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; ⸀καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν ⸀εὐαγγελιζομένων ⸀τὰ ἀγαθά.
15And how will they preach unless they are sent? As it is written: “How beautiful are the feet of those who preach the Good News of peace, who bring glad tidings of good things!”
16ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
16But they didn’t all listen to the glad news. For Isaiah says, “Lord, who has believed our report?”
17ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος ⸀Χριστοῦ.
17So faith comes by hearing, and hearing by the word of God.
18Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
18But I say, didn’t they hear? Yes, most certainly, “Their sound went out into all the earth, their words to the ends of the world.”
19ἀλλὰ λέγω, μὴ ⸂Ἰσραὴλ οὐκ ἔγνω⸃; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπʼ οὐκ ἔθνει, ἐπʼ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
19But I ask, didn’t Israel know? First Moses says, “I will provoke you to jealousy with that which is no nation. I will make you angry with a nation void of understanding.”
20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην ⸀ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ⸀ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
20Isaiah is very bold and says, “I was found by those who didn’t seek me. I was revealed to those who didn’t ask for me.”
21πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
21But about Israel he says, “All day long I stretched out my hands to a disobedient and contrary people.”
Tip: use the ← and → keys to turn chapters.