ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 9
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Old Persian Version (ترجمه قدیم)
1Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν,
1زیرا که در خصوص این خدمت مقدسین، زیادتی میباشد که به شما بنویسم.
2οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ⸀τὸ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
2چونکه دلگرمی شما را میدانم که درباره آن بجهت شما به اهل مکادونیه فخر میکنم که ازسال گدشته اهل اخائیه مستعد شدهاند و غیرت شما اکثر ایشان را تحریض نموده است.
3ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε,
3امابرادران را فرستادم که مبادا فخر ما درباره شما دراین خصوص باطل شود تا چنانکه گفتهام، مستعدشوید.
4μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ ⸀λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ⸀ταύτῃ.
4مبادا اگر اهل مکادونیه با من آیند و شمارا نامستعد یابند، نمی گویم شما بلکه ما از این اعتمادی که به آن فخر کردیم، خجل شویم،
5ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν ⸀εἰς ὑμᾶς καὶ προκαταρτίσωσι τὴν ⸀προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.
5پس لازم دانستم که برادران را نصیحت کنم تاقبل از ما نزد شما آیند و برکت موعود شما را مهیاسازند تا حاضر باشد، از راه برکت نه از راه طمع.
6Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις ἐπʼ εὐλογίαις καὶ θερίσει.
6اما خلاصه این است، هرکه با بخیلی کارد، بابخیلی هم درو کند و هرکه با برکت کارد، با برکت نیز درو کند.
7ἕκαστος καθὼς ⸀προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός.
7اما هرکس بطوری که در دل خوداراده نموده است بکند، نه به حزن و اضطرار، زیراخدا بخشنده خوش را دوست میدارد.
8⸀δυνατεῖ δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν·
8ولی خدا قادر است که هر نعمتی را برای شما بیفزایدتا همیشه در هر امری کفایت کامل داشته، برای هر عمل نیکو افزوده شوید.
9(καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα·
9چنانکه مکتوب است که «پاشید و به فقرا داد و عدالتش تا به ابدباقی میماند».
10ὁ δὲ ἐπιχορηγῶν ⸀σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν ⸀χορηγήσει καὶ ⸀πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ ⸀αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·)
10اما او که برای برزگر بذر و برای خورنده نان را آماده میکند، بذر شما را آماده کرده، خواهد افزود و ثمرات عدالت شما را مزید خواهد کرد.
11ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται διʼ ἡμῶν εὐχαριστίαν τῷ θεῷ—
11تا آنکه در هرچیز دولتمند شده، کمال سخاوت را بنمایید که آن منشا شکر خدابوسیله ما میباشد.
12ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ—
12زیرا که بهجا آوردن این خدمت، نه فقط حاجات مقدسین را رفع میکند، بلکه سپاس خدا را نیز بسیار میافزاید.
13διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας,
13و ازدلیل این خدمت، خدا را تمجید میکنند بهسبب اطاعت شما در اعتراف انجیل مسیح و سخاوت بخشش شما برای ایشان و همگان.
14καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφʼ ὑμῖν.
14و ایشان بهسبب افزونی فیض خدایی که بر شماست، دردعای خود مشتاق شما میباشند.
15⸀χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
15خدا را برای عطای ما لاکلام او شکر باد.
Tip: use the ← and → keys to turn chapters.