ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 8
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Old Persian Version (ترجمه قدیم)
1Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.
1اما درباره قربانی های بتها: میدانیم که همه علم داریم. علم باعث تکبر است، لکن محبت بنا میکند.
2⸀εἴ τις δοκεῖ ⸀ἐγνωκέναι τι, ⸀οὔπω ⸀ἔγνω καθὼς δεῖ γνῶναι·
2اگر کسی گمان برد که چیزی میداند، هنوز هیچ نمی داند، بطوری که بایددانست.
3εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπʼ αὐτοῦ.
3اما اگر کسی خدا را محبت نماید، نزد اومعروف میباشد.
4Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς ⸀θεὸς εἰ μὴ εἷς.
4پس درباره خوردن قربانی های بتها، میدانیم که بت در جهان چیزی نیست و اینکه خدایی دیگر جز یکی نیست.
5καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί,
5زیرا هرچند هستند که به خدایان خوانده میشوند، چه در آسمان و چه درزمین، چنانکه خدایان بسیار و خداوندان بسیارمی باشند،
6ἀλλʼ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, διʼ οὗ τὰ πάντα καὶ ἡμεῖς διʼ αὐτοῦ.
6لکن ما را یک خداست یعنی پدر که همهچیز از اوست و ما برای او هستیم، و یک خداوند یعنی عیسی مسیح که همهچیز از اوست و ما از او هستیم.
7Ἀλλʼ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ ⸀συνηθείᾳ ⸂ἕως ἄρτι τοῦ εἰδώλου⸃ ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.
7ولی همه را این معرفت نیست، زیرا بعضی تابه حال به اعتقاد اینکه بت هست، آن را چون قربانی بت میخورند و ضمیر ایشان چون ضعیف است نجس میشود.
8βρῶμα δὲ ἡμᾶς οὐ ⸀παραστήσει τῷ θεῷ· οὔτε ⸂γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα⸃.
8اما خوراک، ما رامقبول خدا نمی سازد زیرا که نه به خوردن بهتریم و نه به ناخوردن بدتر.
9βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ⸀ἀσθενέσιν.
9لکن احتیاط کنید مبادااختیار شما باعث لغزش ضعفا گردد.
10ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
10زیرا اگرکسی تو را که صاحب علم هستی بیند که در بتکده نشستهای، آیا ضمیر آن کس که ضعیف است به خوردن قربانی های بتها بنا نمی شود؟
11⸂ἀπόλλυται γὰρ⸃ ὁ ἀσθενῶν ⸀ἐν τῇ σῇ γνώσει, ⸂ὁ ἀδελφὸς⸃ διʼ ὃν Χριστὸς ἀπέθανεν.
11و از علم تو آن برادر ضعیف که مسیح برای او مرد هلاک خواهد شد.
12οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε.
12و همچنین چون به برادران گناه ورزیدید و ضمایر ضعیفشان را صدمه رسانیدید، همانا به مسیح خطا نمودید.
13διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
13بنابراین، اگرخوراک باعث لغزش برادر من باشد، تا به ابدگوشت نخواهم خورد تا برادر خود را لغزش ندهم.
Tip: use the ← and → keys to turn chapters.