زکریا 3
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و یهوشع رئیس کهنه را به من نشان داد که به حضور فرشته خداوند ایستاده بود و شیطان بهدست راست وی ایستاده، تا با اومخاصمه نماید.
1Καὶ ἔδειξέ μοι Κύριος τὸν Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ.
2و خداوند به شیطان گفت: «ای شیطان خداوند تو را نهیب نماید! خداوند که اورشلیم را برگزیده است تو را نهیب نماید. آیااین نیم سوزی نیست که از میان آتش ربوده شده است؟»
2Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον, Ἐπιτιμήσαι Κύριος ἐν σοὶ διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;
3و یهوشع به لباس پلید ملبس بود و به حضور فرشته ایستاده بود.
3Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου.
4و آنانی را که به حضور وی ایستاده بودند خطاب کرده، گفت: «لباس پلید را از برش بیرون کنید.» و او را گفت: «ببین عصیانت را از تو بیرون کردم و لباس فاخر به تو پوشانیدم.»
4Καὶ ἀπεκρίθη καὶ εἶπε πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ, λέγων, ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπʼ αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου· καὶ ἐνδύσατε αὐτὸν ποδήρη,
5و من گفتم که عمامه طاهر برسرش بگذارند. پس عمامه طاهر بر سرش گذاردند و او را به لباس پوشانیدند و فرشته خداوند ایستاده بود.
5καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια· καὶ ὁ ἄγγελος Κυρίου εἱστήκει.
6و فرشته خداوند یهوشع را اعلام نموده، گفت:
6Καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν, λέγων,
7«یهوه صبایوت چنین میفرماید: اگر به طریق های من سلوک نمایی و ودیعت مرا نگاه داری تو نیز خانه مرا داوری خواهی نمود وصحن های مرا محافظت خواهی کرد و تو را درمیان آنانی که نزد من میایستند بار خواهم داد.
7τάδε λέγει Κύριος παντοκράτωρ, Ἐὰν ταῖς ὁδοῖς μου πορεύῃ, καὶ ἐν τοῖς προστάγμασί μου φυλάξῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάσσῃς τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.
8پسای یهوشع رئیس کهنه بشنو تو و رفقایت که به حضور تو مینشینند، زیرا که ایشان مردان علامت هستند. (بشنوید) زیرا که اینک من بنده خود شاخه را خواهم آورد.
8Ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου, διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν.
9و همانا آن سنگی که به حضور یهوشع میگذارم، بر یک سنگ هفت چشم میباشد. اینک یهوه صبایوت میگوید که من نقش آن را رقم خواهم کرد و عصیان این زمین را در یک روز رفع خواهم نمود.
9Διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου τοῦ Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν· ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.
10و یهوه صبایوت میگوید که هر کدام از شما همسایه خود را زیر مو و زیر انجیر خویش دعوت خواهید نمود.»
10Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου, καὶ ὑποκάτω συκῆς.
Tip: use the ← and → keys to turn chapters.