زکریا
Chapter 2
Old Persian Version (ترج…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و چشمان خود را برافراشته، نگریستم ومردی که ریسمانکاری به‌دست خودداشت دیدم.
1Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ τέσσαρα κέρατα.
2و گفتم که «کجا می‌روی؟» او مراگفت: «به جهت پیمودن اورشلیم تا ببینم عرضش چه و طولش چه می‌باشد.»
2Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, τί ἐστι ταῦτα κύριε; καὶ εἶπε πρὸς μὲ, ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν, καὶ τὸν Ἰσραὴλ, καὶ Ἱερουσαλήμ.
3و اینک فرشته‌ای که با من تکلم می‌نمودبیرون رفت و فرشته دیگر برای ملاقات وی بیرون آمده،
3Καὶ ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας.
4وی را گفت: «بشتاب و این جوان راخطاب کرده، بگو: اورشلیم به‌سبب کثرت مردمان و بهایمی که در اندرونش خواهند بود، مثل دهات بی‌حصار مسکون خواهد شد.
4Καὶ εἶπα, τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδα καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ᾖρε κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν, τὰ τέσσαρα κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου, τοῦ διασκορπίσαι αὐτήν.
5وخداوند می‌گوید که من به اطرافش دیواری آتشین خواهم بود و در اندرونش جلال خواهم بود.
5Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ ἀνὴρ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν.
6هان هان خداوند می‌گوید از زمین شمال بگریزید زیرا که شما را مثل چهار باد آسمان پراکنده ساخته‌ام. قول خداوند این است.
6Καὶ εἶπα πρὸς αὐτόν, ποῦ σὺ πορεύῃ; καὶ εἶπε πρὸς μὲ, διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι, καὶ πηλίκον τὸ μῆκος.
7هان‌ای صهیون که با دختر بابل ساکن هستی، خویشتن را رستگار ساز.
7Καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ,
8زیرا یهوه صبایوت که مرا بعد ازجلال نزد امت هایی که شما را غارت کردندفرستاده است، چنین می‌گوید که هر‌که شما رالمس نماید مردمک چشم او را لمس نموده است.
8καὶ εἶπε πρὸς αὐτὸν, λέγων, δράμε, καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον, λέγων, Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·
9«زیرا اینک من دست خود را بر ایشان خواهم افشاند و ایشان غارت بندگان خودشان خواهند شد و شما خواهید دانست که یهوه صبایوت مرا فرستاده است.
9καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.
10‌ای دختر صهیون ترنم نما و شادی کن زیرا خداوند می‌گوید که اینک می‌آیم و در میان تو ساکن خواهم شد.
10Ὢ ὢ φεύγετε ἀπὸ γῆς Βοῤῥᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος,
11ودر آن روز امت های بسیار به خداوند ملصق شده، قوم من خواهند شد و من در میان تو سکنی خواهم گرفت و خواهی دانست که یهوه صبایوت مرا نزد تو فرستاده است.
11εἰς Σιὼν, ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος.
12و خداوند یهودا را درزمین مقدس برای ملک خود به تصرف خواهدآورد و اورشلیم را بار دیگر خواهد برگزید.
12Διότι τάδε λέγει Κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.
13‌ای تمامی بشر به حضور خداوند خاموش باشید زیرا که او از مسکن مقدس خود برخاسته است.»
13Διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπʼ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με.
no verse 14 in this text
14Τέρπου καὶ εὐφραίνου θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.
no verse 15 in this text
15Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.
no verse 16 in this text
16Καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν ἁγίαν· καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.
no verse 17 in this text
17Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.