مکاشفهٔ یوحنا 14
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament, word by word (STEPBible TAGNT)
1و دیدم که اینک بره، بر کوه صهیون ایستاده است و با وی صد و چهل وچهار هزار نفر که اسم او و اسم پدر او را بر پیشانی خود مرقوم میدارند.
1Καὶ εἶδον καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιὼν καὶ μετ᾽ αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.¶
2و آوازی از آسمان شنیدم، مثل آواز آبهای بسیار و مانند آواز رعدعظیم؛ و آن آوازی که شنیدم، مانند آوازبربطنوازان بود که بربطهای خود را بنوازند.
2Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
3و درحضور تخت و چهار حیوان و پیران، سرودی جدید میسرایند و هیچکس نتوانست آن سرودرا بیاموزد، جز آن صد و چهل و چهار هزار که ازجهان خریده شده بودند.
3καὶ ᾄδουσιν ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
4اینانند آنانی که با زنان آلوده نشدند، زیرا که باکره هستند؛ و آنانند که بره را هر کجا میرود متابعت میکنند و از میان مردم خریده شدهاند تا نوبر برای خدا و بره باشند.
4οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ·
5ودر دهان ایشان دروغی یافت نشد، زیرا که بیعیب هستند.
5καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος, ἄμωμοί εἰσιν
6و فرشتهای دیگر را دیدم که در وسط آسمان پرواز میکند و انجیل جاودانی را دارد تا ساکنان زمین را از هر امت و قبیله و زبان و قوم بشارت دهد،
6Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαὸν
7و به آواز بلند میگوید: «از خدا بترسید واو را تمجید نمایید، زیرا که زمان داوری اورسیده است. پس او را که آسمان و زمین و دریا وچشمه های آب را آفرید، پرستش کنید.»
7λέγων ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.¶
8و فرشتهای دیگر از عقب او آمده، گفت: «منهدم شد بابل عظیم که از خمر غضب زنای خود، جمیع امتها را نوشانید.»
8Καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησεν λέγων· ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.¶
9و فرشته سوم از عقب این دو آمده، به آوازبلند میگوید: «اگر کسی وحش و صورت او راپرستش کند و نشان او را بر پیشانی یا دست خودپذیرد،
9Καὶ ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
10او نیز از خمر غضب خدا که درپیاله خشم وی بیغش آمیخته شده است، خواهدنوشید، و در نزد فرشتگان مقدس و در حضوربره، به آتش و کبریت، معذب خواهد شد،
10καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου.
11ودود عذاب ایشان تا ابدالاباد بالا میرود. پس آنانی که وحش و صورت او را پرستش میکنند وهرکه نشان اسم او را پذیرد، شبانهروز آرامی ندارند.»
11καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.¶
12در اینجاست صبر مقدسین که احکام خدا و ایمان عیسی را حفظ مینمایند.
12Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.¶
13و آوازی را از آسمان شنیدم که میگوید: «بنویس که از کنون خوشحالند مردگانی که درخداوند میمیرند. و روح میگوید: «بلی، تا از زحمات خودآرامی یابند و اعمال ایشان از عقب ایشان میرسد.»
13Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης γράψον· μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ᾽ ἄρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.¶
14و دیدم که اینک ابری سفید پدید آمد و برابر، کسی مثل پسر انسان نشسته که تاجی از طلادارد و در دستش داسی تیز است.
14Καὶ εἶδον καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.¶
15و فرشتهای دیگر از قدس بیرون آمده، به آواز بلند آن ابرنشین را ندا میکند که داس خود را پیش بیاور و درو کن، زیرا هنگام حصاد رسیده و حاصل زمین خشک شده است.
15Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
16و ابرنشین داس خود را بر زمین آورد و زمین درویده شد.
16καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.¶
17و فرشتهای دیگر از قدسی که در آسمان است، بیرون آمد و او نیز داسی تیز داشت.
17Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.¶
18وفرشتهای دیگر که بر آتش مسلط است، از مذبح بیرون شده، به آواز بلند ندا درداده، صاحب داس تیز را گفت: «داس تیز خود را پیش آور وخوشه های مو زمین را بچین، زیرا انگورهایش رسیده است.»
18Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρὸς καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.
19پس آن فرشته داس خود را برزمین آورد و موهای زمین را چیده، آن را درچرخشت عظیم غضب خدا ریخت.
19καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.
20وچرخشت را بیرون شهر به پا بیفشردند و خون ازچرخشت تا به دهن اسبان به مسافت هزار وششصد تیر پرتاب جاری شد.
20καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.¶
Tip: use the ← and → keys to turn chapters.