کارهای رسولان 5
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament, word by word (STEPBible TAGNT)
1اما شخصی حنانیا نام، با زوجهاش سفیره ملکی فروخته،
1Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
2قدری از قیمت آن را به اطلاع زن خود نگاه داشت و قدری از آن راآورده، نزد قدمهای رسولان نهاد.
2καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.¶
3آنگاه پطرس گفت: «ای حنانیا چرا شیطان دل تو را پر ساخته است تا روحالقدس را فریب دهی و مقداری ازقیمت زمین را نگاه داری؟
3Εἶπεν δὲ Πέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
4آیا چون داشتی از آن تو نبود و چون فروخته شد در اختیار تو نبود؟ چرا این را در دل خود نهادی؟ به انسان دروغ نگفتی بلکه به خدا.»
4οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
5حنانیا چون این سخنان راشنید افتاده، جان بداد و خوفی شدید بر همه شنوندگان این چیزها مستولی گشت.
5ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν. καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας
6آنگاه جوانان برخاسته، او را کفن کردند و بیرون برده، دفن نمودند.
6ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
7و تخمین سه ساعت گذشت که زوجهاش ازماجرا مطلع نشده درآمد.
7ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.
8پطرس بدو گفت: «مرابگو که آیا زمین را به همین قیمت فروختید؟» گفت: «بلی، به همین.»
8ἀπεκρίθη δὲ αὐτὴν Πέτρος· εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν· ναὶ τοσούτου.
9پطرس به وی گفت: «برای چه متفق شدید تا روح خداوند را امتحان کنید؟ اینک پایهای آنانی که شوهر تو را دفن کردند، بر آستانه است و تو را هم بیرون خواهندبرد.»
9ὁ δὲ Πέτρος πρὸς αὐτήν· τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
10در ساعت پیش قدمهای او افتاده، جان بداد و جوانان داخل شده، او را مرده یافتند. پس بیرون برده، به پهلوی شوهرش دفن کردند.
10ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς·
11وخوفی شدید تمامی کلیسا و همه آنانی را که این را شنیدند، فرو گرفت.
11καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.¶
12و آیات و معجزات عظیمه از دستهای رسولان در میان قوم به ظهور میرسید و همه به یکدل در رواق سلیمان میبودند.
12Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος·
13اما احدی ازدیگران جرات نمی کرد که بدیشان ملحق شود، لیکن خلق، ایشان را محترم میداشتند.
13τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός.
14وبیشتر ایمانداران به خداوند متحد میشدند، انبوهی از مردان و زنان،
14μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν,
15بقسمی که مریضان رادر کوچهها بیرون آوردند و بر بسترها و تختهاخوابانیدند تا وقتی که پطرس آید، اقلا سایه او بربعضی از ایشان بیفتد.
15ὥστε εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
16و گروهی از بلدان اطراف اورشلیم، بیماران و رنج دیدگان ارواح پلیده را آورده، جمع شدند و جمیع ایشان شفایافتند.
16συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.¶
17اما رئیس کهنه و همه رفقایش که از طایفه صدوقیان بودند، برخاسته، به غیرت پر گشتند
17Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
18و بر رسولان دست انداخته، ایشان را در زندان عام انداختند.
18καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.¶
19شبانگاه فرشته خداوند درهای زندان را باز کرده و ایشان را بیرون آورده، گفت:
19Ἄγγελος δὲ κυρίου διὰ νυκτὸς ἀνοίξας τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπεν·
20«بروید و در هیکل ایستاده، تمام سخنهای این حیات را به مردم بگویید.
20πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
21چون این را شنیدند، وقت فجر به هیکل درآمده، تعلیم دادند.
21ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον.¶ Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
22پس خادمان رفته، ایشان را در زندان نیافتند و برگشته، خبر داده،
22οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ. ἀναστρέψαντες δὲ ἀπήγγειλαν
23گفتند که «زندان را به احتیاط تمام بسته یافتیم و پاسبانان را بیرون درها ایستاده، لیکن چون باز کردیم، هیچکس را در آن نیافتیم.»
23λέγοντες ὅτι τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
24چون کاهن و سردار سپاه هیکل و روسای کهنه این سخنان را شنیدند، درباره ایشان در حیرت افتادند که «این چه خواهد شد؟»
24ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν, τί ἂν γένοιτο τοῦτο.
25آنگاه کسی آمده ایشان را آگاهانید که اینک آن کسانی که محبوس نمودید، در هیکل ایستاده، مردم راتعلیم میدهند.
25παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.¶
26پس سردار سپاه با خادمان رفته ایشان را آوردند، لیکن نه به زور زیرا که ازقوم ترسیدند که مبادا ایشان را سنگسار کنند.
26Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτοὺς οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαὸν μὴ λιθασθῶσιν.¶
27و چون ایشان را به مجلس حاضر کرده، برپابداشتند، رئیس کهنه از ایشان پرسیده، گفت:
27Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
28«مگر شما را قدغن بلیغ نفرمودیم که بدین اسم تعلیم مدهید؟ همانا اورشلیم را به تعلیم خود پرساختهاید و میخواهید خون این مرد را به گردن ما فرود آرید.»
28λέγων· οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ. καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.¶
29پطرس و رسولان در جواب گفتند: «خدا را میباید بیشتر از انسان اطاعت نمود.
29Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
30خدای پدران ما، آن عیسی را برخیزانیدکه شما به صلیب کشیده، کشتید.
30ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
31او را خدا بردست راست خود بالا برده، سرور و نجاتدهنده ساخت تا اسرائیل را توبه و آمرزش گناهان بدهد.
31τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
32و ما هستیم شاهدان او بر این امور، چنانکه روحالقدس نیز است که خدا او را به همه مطیعان او عطا فرموده است.»
32καὶ ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων καὶ τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33چون شنیدند دلریش گشته، مشورت کردند که ایشان را به قتل رسانند.
33οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς.¶
34اما شخصی فریسی، غمالائیل نام که مفتی و نزد تمامی خلق محترم بود، در مجلس برخاسته، فرمود تارسولان را ساعتی بیرون برند.
34Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι,
35پس ایشان راگفت: «ای مردان اسرائیلی، برحذر باشید از آنچه میخواهید با این اشخاص بکنید.
35εἶπέν τε πρὸς αὐτούς· ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
36زیرا قبل ازاین ایام، تیودا نامی برخاسته، خود را شخصی میپنداشت و گروهی قریب به چهار صد نفر بدوپیوستند. او کشته شد و متابعانش نیز پراکنده ونیست گردیدند.
36πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
37و بعد از او یهودای جلیلی درایام اسم نویسی خروج کرد و جمعی را در عقب خود کشید. او نیز هلاک شد و همه تابعان اوپراکنده شدند.
37μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
38الان به شما میگویم از این مردم دست بردارید و ایشان را واگذارید زیرا اگراین رای و عمل از انسان باشد، خود تباه خواهد شد.
38καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς, ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·
39ولی اگر از خدا باشد، نمی توانید آن رابرطرف نمود مبادا معلوم شود که با خدا منازعه میکنید.»
39εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτούς, μήποτε καὶ θεομάχοι εὑρεθῆτε.
40پس به سخن او رضا دادند و رسولان را حاضر ساخته، تازیانه زدند و قدغن نمودند که دیگر به نام عیسی حرف نزنند پس ایشان رامرخص کردند.
40καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν
41و ایشان از حضور اهل شوراشادخاطر رفتند از آنرو که شایسته آن شمرده شدند که بجهت اسم او رسوایی کشند
41Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι·
42و هرروزه در هیکل و خانهها از تعلیم و مژده دادن که عیسی مسیح است دست نکشیدند.
42πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ᾽ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν χριστὸν Ἰησοῦν.¶
Tip: use the ← and → keys to turn chapters.