1 تیموتاوس
Chapter 6

1 تیموتاوس

Old Persian Version (ترج…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

1 تیموتاوس 6

Old Persian Version (ترجمه قدیم)
Greek New Testament, word by word (STEPBible TAGNT)
1آنانی که غلامان زیر یوغ می‌باشند، آقایان خویش را لایق کمال احترام بدانند که مبادانام و تعلیم خدا بد گفته شود.
1Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.
2اما کسانی که آقایان مومن دارند، ایشان را تحقیر ننمایند، ازآنجا که برادرانند بلکه بیشتر خدمت کنند از آنروکه آنانی که در این احسان مشارکند، مومن ومحبوبند.
2οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.¶ Ταῦτα δίδασκε καὶ παρακάλει.
3و اگرکسی بطور دیگر تعلیم دهد و کلام صحیح خداوند ما عیسی مسیح و آن تعلیمی را که به طریق دینداری است قبول ننماید،
3εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ,
4از غرورمست شده، هیچ نمی داند بلکه در مباحثات ومجادلات دیوانه گشته است که از آنها پدیدمی آید حسد و نزاع و کفر و ظنون شر
4τετύφωται μηδὲν ἐπιστάμενος ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
5و منازعات مردم فاسدالعقل و مرتد از حق که می‌پندارند دینداری سود است. از چنین اشخاص اعراض نما.
5διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν
6لیکن دینداری با قناعت سود عظیمی است.
6Ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.
7زیرا که در این دنیا هیچ نیاوردیم و واضح است که از آن هیچ نمی توانیم برد.
7οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·
8پس اگر خوراک وپوشاک داریم، به آنها قانع خواهیم بود.
8ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.¶
9اماآنانی که می‌خواهند دولتمند شوند، گرفتارمی شوند در تجربه و دام و انواع شهوات بی‌فهم ومضر که مردم را به تباهی و هلاکت غرق می‌سازند.
9Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.
10زیرا که طمع ریشه همه بدیهااست که بعضی چون در‌پی آن می‌کوشیدند، ازایمان گمراه گشته، خود را به اقسام دردهاسفتند.
10ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.¶
11ولی تو‌ای مرد خدا، از اینها بگریز وعدالت و دینداری و ایمان و محبت و صبر وتواضع را پیروی نما.
11Σὺ δέ, ὦ ἄνθρωπε θεοῦ, ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπαθίαν·
12و جنگ نیکوی ایمان رابکن و بدست آور آن حیات جاودانی را که برای آن دعوت شدی و اعتراف نیکو کردی در حضورگواهان بسیار.
12ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.¶
13تو را وصیت می‌کنم به حضور آن خدایی که همه را زندگی می‌بخشد و مسیح عیسی که در‌پیش پنطیوس پیلاطس اعتراف نیکونمود،
13Παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν
14که تو وصیت را بی‌داغ و ملامت حفظکن تا به ظهور خداوند ما عیسی مسیح.
14τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
15که آن را آن متبارک و قادر وحید و ملک الملوک ورب‌الارباب در زمان معین به ظهور خواهد آورد.
15ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,
16که تنها لایموت و ساکن در نوری است که نزدیک آن نتوان شد و احدی از انسان او را ندیده و نمی تواند دید. او را تا ابدالاباد اکرام و قدرت باد. آمین.
16ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ κράτος αἰώνιον, ἀμήν.¶
17دولتمندان این جهان را امر فرما که بلندپروازی نکنند و به دولت ناپایدار امید ندارند، بلکه به خدای زنده که همه‌چیز را دولتمندانه برای تمتع به ما عطا می‌کند؛
17Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ᾽ ἐπὶ θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,
18که نیکوکار بوده، در اعمال صالحه دولتمند و سخی و گشاده‌دست باشند؛
18ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,
19و برای خود اساس نیکو بجهت عالم آینده نهند تا حیات جاودانی را بدست آرند.
19ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.¶
20‌ای تیموتاوس تو آن امانت را محفوظ دار واز بیهوده‌گویی های حرام و از مباحثات معرفت دروغ اعراض نما،
20Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,
21که بعضی چون ادعای آن کردند از ایمان منحرف گشتند. فیض با تو باد. آمین.
21ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.¶

Tip: use the ← and → keys to turn chapters.