اول سموئیل 8
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و واقع شد که چون سموئیل پیر شد، پسران خود را بر اسرائیل داوران ساخت.
1Καὶ ἐγένετο ὡς ἐγήρασε Σαμουὴλ, καὶ κατέστησε τούς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ἰσραήλ.
2و نام پسر نخست زادهاش یوئیل بود و نام دومینش ابیاه؛ و در بئرشبع داور بودند.
2Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος Ἰωήλ, καὶ ὄνομα τοῦ δευτέρου ʼΑβιά, δικασταὶ ἐν Βηρσαβεέ.
3اماپسرانش به راه او رفتار نمی نمودند بلکه درپی سود رفته، رشوه میگرفتند و داوری را منحرف میساختند.
3Καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ· καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας, καὶ ἐλάμβανον δῶρα, καὶ ἐξέκλινον δικαιώματα.
4پس جمیع مشایخ اسرائیل جمع شده، نزدسموئیل به رامه آمدند.
4Καὶ συναθροίζονται ἄνδρες Ἰσραὴλ, καὶ παραγίνονται εἰς ʼΑρμαθαὶμ πρὸς Σαμουὴλ,
5و او را گفتند: «اینک توپیر شدهای و پسرانت به راه تو رفتار نمی نمایند، پس الان برای ما پادشاهی نصب نما تا مثل سایرامتها بر ما حکومت نماید.»
5καὶ εἶπαν αὐτῷ, ἰδοὺ, σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐφʼ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη.
6و این امر در نظرسموئیل ناپسند آمد، چونکه گفتند: «ما راپادشاهی بده تا بر ما حکومت نماید.» و سموئیل نزد خداوند دعا کرد.
6Καὶ πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαμουήλ, ὡς εἶπαν, δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον.
7و خداوند به سموئیل گفت: «آواز قوم را در هرچه به تو گفتند بشنو، زیرا که تو را ترک نکردند بلکه مرا ترک کردند تا برایشان پادشاهی ننمایم.
7Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλῶσί σοι, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλʼ ἢ ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπʼ αὐτῶν.
8برحسب همه اعمالی که از روزی که ایشان را از مصر بیرون آوردم، بجا آوردند و مرا ترک نموده، خدایان غیر را عبادت نمودند پس با تو نیز همچنین رفتار مینمایند.
8Κατὰ πάντα τὰ ποιήματα, ἃ ἐποίησάν μοι ἀφʼ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγκατέλιπόν με, καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσι καὶ σοί.
9پس الان آواز ایشان را بشنو لکن بر ایشان به تاکید شهادت بده، و ایشان را از رسم پادشاهی که بر ایشان حکومت خواهد نمود، مطلع ساز.»
9Καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς, καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐπʼ αὐτούς.
10و سموئیل تمامی سخنان خداوند را به قوم که از او پادشاه خواسته بودند، بیان کرد.
10Καὶ εἶπε Σαμουὴλ πᾶν τὸ ῥῆμα τοῦ κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρʼ αὐτοῦ βασιλέα.
11وگفت: «رسم پادشاهی که بر شما حکم خواهدنمود این است که پسران شما را گرفته، ایشان را برارابهها و سواران خود خواهد گماشت و پیش ارابه هایش خواهند دوید.
11Καὶ εἶπε, τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐφʼ ὑμᾶς· τοὺς υἱοὺς ὑμῶν λήψεται, καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ, καὶ ἐν ἱππεῦσιν αὐτοῦ, καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ,
12و ایشان را سرداران هزاره و سرداران پنجاهه برای خودخواهدساخت، و بعضی را برای شیار کردن زمینش و درویدن محصولش و ساختن آلات جنگش و اسباب ارابه هایش تعیین خواهد نمود.
12καὶ θέσθαι αὐτοὺς ἑαυτῷ ἑκατονάρχους καὶ χιλιάρχους, καὶ θερίζειν θερισμὸν αὐτοῦ, καὶ τρυγᾷν τρυγητὸν αὐτοῦ, καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ, καὶ σκεύη ἁρμάτων αὐτοῦ.
13و دختران شما را برای عطرکشی و طباخی وخبازی خواهد گرفت.
13Καὶ τὰς θυγατέρας ὑμῶν λήψεται εἰς μυρεψοὺς, καὶ εἰς μαγειρίσσας, καὶ εἰς πεσσούσας.
14و بهترین مزرعهها وتاکستانها و باغات زیتون شما را گرفته، به خادمان خود خواهد داد.
14Καὶ τοὺς ἀγροὺς ὑμῶν, καὶ τοὺς ἀμπελῶνας ὑμῶν, καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήψεται, καὶ δώσει τοῖς δούλοις ἑαυτοῦ.
15و عشر زراعات وتاکستانهای شما را گرفته، به خواجهسرایان وخادمان خود خواهد داد.
15Καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει, καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ, καὶ τοῖς δούλοις αὐτοῦ.
16و غلامان و کنیزان ونیکوترین جوانان شما را و الاغهای شما را گرفته، برای کار خود خواهد گماشت.
16Καὶ τοὺς δούλους ὑμῶν, καὶ τὰς δούλας ὑμῶν, καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ, καὶ τοὺς ὄνους ὑμῶν λήψεται, καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ·
17و عشرگله های شما را خواهد گرفت و شما غلام اوخواهید بود.
17Καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει, καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι.
18و در آن روز از دست پادشاه خودکه برای خویشتن برگزیدهاید فریاد خواهید کرد وخداوند در آن روز شما را اجابت نخواهد نمود.»
18Καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν οὗ ἐξελέξασθε ἑαυτοῖς, καὶ οὐκ ἐπακούσεται Κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα.
19اما قوم از شنیدن قول سموئیل ابا نمودند وگفتند: «نی بلکه میباید بر ما پادشاهی باشد.
19Καὶ οὐκ ἐβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ Σαμουὴλ, καὶ εἶπαν αὐτῷ, οὐχὶ, ἀλλʼ ἢ βασιλεὺς ἔσται ἐφʼ ἡμᾶς.
20تاما نیز مثل سایر امتها باشیم و پادشاه ما بر ماداوری کند، و پیش روی ما بیرون رفته، درجنگهای ما برای ما بجنگد.»
20Καὶ ἐσόμεθα καὶ ἡμεῖς καθὰ πάντα τὰ ἔθνη· καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν, καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν, καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν.
21و سموئیل تمامی سخنان قوم را شنیده، آنها را به سمع خداوند رسانید. و خداوند به سموئیل گفت: «آواز ایشان را بشنو و پادشاهی بر ایشان نصب نما.» پس سموئیل به مردمان اسرائیل گفت: «شماهرکس به شهر خود بروید.»
21Καὶ ἤκουσε Σαμουὴλ πάντας τοὺς λόγους τοῦ λαοῦ, καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα Κυρίου.
no verse 22 in this text
22Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἄκουε τῆς φωνῆς αὐτῶν, καὶ βασίλευσον αὐτοῖς βασιλέα· καὶ εἶπε Σαμουὴλ πρὸς ἄνδρας Ἰσραήλ, ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.