ΖΑΧΑΡΙΑΣ. ΙΑʹ
Chapter 14

ΖΑΧΑΡΙΑΣ. ΙΑʹ

Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΖΑΧΑΡΙΑΣ. ΙΑʹ 14

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Ἰδοὺ ἡμέραι ἔρχονται Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί·
1耶和华的日子临近,你的财物必被抢掠,在你中间分散。
2καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.
2因为我必聚集万国与 耶路撒冷 争战,城必被攻取,房屋被抢夺,妇女被玷污,城中的民一半被掳去;剩下的民仍在城中,不致剪除。
3Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.
3那时,耶和华必出去与那些国争战,好像从前争战一样。
4Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς Νότον.
4那日,他的脚必站在 耶路撒冷 前面朝东的 橄榄山 上。这山必从中间分裂,自东至西成为极大的谷。山的一半向北挪移,一半向南挪移。
5Καὶ φραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἰασὸδ, καὶ ἐνφραχθήσεται καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ συσσεισμοῦ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα· καὶ ἥξει Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετʼ αὐτοῦ.
5你们要从我山的谷中逃跑,因为山谷必延到 亚萨 。你们逃跑,必如 犹大 王 乌西雅 年间的人逃避大地震一样。耶和华—我的 神必降临,有一切圣者同来。
6Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψύχη καὶ πάγος
6那日,必没有光,三光必退缩。
7ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐκ ἡμέρα, καὶ οὐ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.
7那日,必是耶和华所知道的,不是白昼,也不是黑夜,到了晚上才有光明。
8Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως.
8那日,必有活水从 耶路撒冷 出来,一半往东海流,一半往西海流;冬夏都是如此。
9Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν,
9耶和华必作全地的王。那日耶和华必为独一无二的,他的名也是独一无二的。
10κυκλῶν πᾶσαν τὴν γῆν, καὶ τὴν ἔρημον ἀπὸ Γαβὲ ἕως Ῥεμμὼν κατὰ Νότον Ἱερουσαλήμ. Ῥαμὰ δὲ ἐπὶ τόπου μενεῖ· ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γωνιῶν, καὶ ἕως τοῦ πύργου Ἀναμεὴλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως
10全地,从 迦巴 直到 耶路撒冷 南方的 临门 ,要变为 亚拉巴 。 耶路撒冷 必仍居高位,就是从 便雅悯门 到第一门之处,又到 角门 ,并从 哈楠业楼 ,直到王的酒榨。
11κατοικήσουσιν ἐν αὐτῇ, καὶ ἀνάθεμα οὐκ ἔσται ἔτι, καὶ κατοικήσει Ἱερουσαλὴμ πεποιθότως.
11人必住在其中,不再有咒诅。 耶路撒冷 人必安然居住。
12Καὶ αὕτη ἔσται ἡ πτῶσις ἣν κόψει Κύριος πάντας τοὺς λαοὺς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλήμ· τακήσονται αἱ σάρκες αὐτῶν, ἑστηκότων ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν.
12耶和华用灾殃攻击那与 耶路撒冷 争战的列国人,必是这样:他们两脚站立的时候,肉必消没,眼在眶中干瘪,舌在口中溃烂。
13Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου μεγάλη ἐπʼ αὐτούς· καὶ ἐπιλήψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς τὴν χεῖρα τοῦ πλησίον αὐτοῦ.
13那日,耶和华必使他们大大扰乱。他们各人彼此揪住,举手攻击。
14Καὶ Ἰούδας παρατάξεται ἐν Ἱερουσαλὴμ, καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σφόδρα.
14犹大 也必在 耶路撒冷 争战。那时四围各国的财物,就是许多金银衣服,必被收聚。
15Καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων, καὶ τῶν ἡμιόνων, καὶ τῶν καμήλων, καὶ τῶν ὄνων, καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις, κατὰ τὴν πτῶσιν ταύτην.
15那临到马匹、骡子、骆驼、驴,和营中一切牲畜的灾殃是与那灾殃一般。
16Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπʼ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατʼ ἐνιαυτὸν, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.
16所有来攻击 耶路撒冷 列国中剩下的人,必年年上来敬拜 大 君王—万军之耶和华,并守住棚节。
17Καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται.
17地上 万 族中,凡不上 耶路撒冷 敬拜 大 君王—万军之耶和华的,必无雨降在他们的地上。
18Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ, τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.
18埃及 族若不上来, 雨 也不降在他们的地上;凡不上来守住棚节的列国人,耶和华也必用这灾攻击他们。
19Αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὃς ἂν μὴ ἀναβῇ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.
19这就是 埃及 的刑罚和那不上来守住棚节之列国的刑罚。
20Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι· καὶ ἔσονται οἱ λέβητες ἐν τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου.
20当那日,马的铃铛上必有「归耶和华为圣」的这句话。耶和华殿内的锅必如祭坛前的碗一样。
21Καὶ ἔσται πᾶς λέβης ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιος τῷ Κυρίῳ παντοκράτορι· καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες, καὶ λήψονται ἐξ αὐτῶν, καὶ ἑψήσουσιν ἐν αὐτοῖς· καὶ οὐκ ἔσται Χαναναῖος ἔτι ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
21凡 耶路撒冷 和 犹大 的锅都必归万军之耶和华为圣。凡献祭的都必来取这锅,煮 肉 在其中。当那日,在万军之耶和华的殿中必不再有 迦南 人。

Tip: use the ← and → keys to turn chapters.