ΙΕΡΕΜΙΑΣ 28
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Vietnamese Bible (1923 translation)
1Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα.
1Cũng năm ấy, lúc Sê-đê-kia, vua Giu-đa, bắt đầu trị vì, tháng năm về năm thứ tư, Ha-na-nia, con trai A-xua, tiên tri ở Ga-ba-ôn, nói với tôi trong nhà Đức Giê-hô-va, trước mặt các thầy tế lễ và cả dân sự rằng:
2Καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστὰς, καὶ καθυβρίσουσιν αὐτὴν, καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς.
2Đức Giê-hô-va vạn quân, Đức Chúa Trời của Y-sơ-ra-ên, phán như vầy: Ta đã bẻ ách của vua Ba-by-lôn.
3Τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ, καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτοῦ, καὶ μὴ φείσησθε ἐπὶ τοὺς νεανίσκους αὐτῆς, καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς.
3Trong hai năm trọn, mọi khí mạnh của nhà Đức Giê-hô-va mà Nê-bu-cát-nết-sa, vua Ba-by-lôn, đã cất đi khỏi chỗ nầy và dời qua Ba-by-lôn, thì ta sẽ lại đem về trong nơi nầy.
4Καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων, καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς.
4Đức Giê-hô-va phán: Ta lại sẽ đem Giê-cô-nia, con trai Giê-hô-gia-kim, vua Giu-đa, và mọi người Giu-đa bị bắt làm phu tù qua Ba-by-lôn, cũng đều trở về trong nơi nầy nữa; vì ta sẽ bẻ ách của vua Ba-by-lôn.
5Διότι οὐκ ἐχήρευσεν Ἰσραὴλ καὶ Ἰούδας ἀπὸ Θεοῦ αὐτῶν, ἀπὸ Κυρίου παντοκράτορος, ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ἰσραήλ.
5Bấy giờ, tiên tri Giê-rê-mi đáp cùng tiên tri Ha-na-nia, trước mặt các thầy tế lễ và cả dân sự đang đứng trong nhà Đức Giê-hô-va.
6Φεύγετε ἐκ μέσου Βαβυλῶνος, καὶ ἀνασώζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀποῤῥιφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστι παρὰ Κυρίου, ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ.
6Tiên tri Giê-rê-mi nói rằng: A-men, nguyền xin Đức Giê-hô-va làm như vậy! Nguyền xin Đức Giê-hô-va làm những lời ngươi đã nói tiên tri, đem những khí mạnh của nhà Đức Giê-hô-va và hết thảy những kẻ phu tù từ Ba-by-lôn trở về trong chốn nầy!
7Ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν, ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη, διατοῦτο ἐσαλεύθησαν.
7Dầu vậy, hãy nghe lời tôi nói vào tai ngươi và vào tai cả dân sự rằng:
8Καὶ ἄφνω ἔπεσε Βαβυλὼν, καὶ συνετρίβη· θρηνεῖτε αὐτὴν, λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς, εἴπως ἰαθήσεται.
8Các tiên tri ở trước tôi và trước ngươi, từ xưa đã nói tiên tri về giặc giã, tai vạ, và ôn dịch cho nhiều xứ và các nước lớn.
9Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς, ἐξῇρεν ἕως τῶν ἄστρων.
9Nếu tiên tri nào báo sự bình yên, mà lời mình được ứng nghiệm, thì sẽ biết tiên tri đó là thật bởi Đức Giê-hô-va sai đến!
10Ἐξήνεγκε Κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε, καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ ἔργα Κυρίου τοῦ Θεοῦ ἡμῶν.
10Tiên tri Ha-na-nia bèn cất cái ách khỏi cổ tiên tri Giê-rê-mi, và bẻ đi.
11Παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς φαρέτρας· ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτὴν, ὅτι ἐκδίκησις Κυρίου ἐστὶν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν.
11Đoạn, Ha-na-nia nói trước mặt cả dân sự rằng: Đức Giê-hô-va phán như vầy: Trong hai năm trọn, ta cũng sẽ bẻ cái ách của Nê-bu-cát-nết-sa, vua Ba-by-lôn, khỏi cổ mọi nước như vầy. Tiên tri Giê-rê-mi bèn đi.
12Ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε φαρέτρας, ἐγείρατε φυλακὰς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρισε, καὶ ποιήσει Κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα,
12Sai khi tiên tri Ha-na-nia đã cất cái ách khỏi cổ Giê-rê-mi, thì có lời Đức Giê-hô-va phán cùng Giê-rê-mi như vầy:
13κατασκηνοῦντας ἐφʼ ὕδασι πολλοῖς, καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχνα σου.
13Ngươi khá đi nói với Ha-na-nia rằng: Đức Giê-hô-va phán như vầy: Ngươi đã bẻ ách bằng săng: song làm ách bằng sắt mà thế lại.
14Ὅτι ὤμοσε Κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ, διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων, καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες.
14Vì Đức Giê-hô-va vạn quân, Đức Chúa Trời của Y-sơ-ra-ên, phán như vầy: Ta đã để ách bằng sắt trên cổ mọi nước nầy, đặng chúng nó phải làm tôi Nê-bu-cát-nết-sa, vua Ba-by-lôn. Vả, chúng nó phải làm tôi người, và ta đã ban các loài thú đồng cho người nữa.
15Κύριος ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινε τὸν ουρανὸν,
15Đoạn, tiên tri Giê-rê-mi nói với tiên tri Ha-na-nia rằng: Hỡi Ha-na-nia, hãy nghe! Đức Giê-hô-va chưa hề sai ngươi, nhưng ngươi làm cho dân nầy trông cậy sự giả dối.
16εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἀπʼ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγε φῶς ἐκ τῶν θησαυρῶν αὐτοῦ.
16Vậy nên, Đức Giê-hô-va phán như vầy: Nầy, ta sẽ duồng ngươi khỏi mặt đất, năm nay ngươi sẽ chết vì đã nói ra sự bạn nghịch Đức Giê-hô-va.
17Ἐματαιώθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς.
17Cũng năm ấy, tháng bảy, thì tiên tri Ha-na-nia chết.
18Μάταιά ἐστιν ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται.
no verse 18 in this text
19Οὐ τοιαύτη μερὶς τῷ Ἰακὼβ, ὅτι ὁ πλάσας τὰ πάντα, αὐτός ἐστι κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.
no verse 19 in this text
20Διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη, καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς.
no verse 20 in this text
21Καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἐπιβάτην αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν.
no verse 21 in this text
22Καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον, καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα.
no verse 22 in this text
23Καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου.
no verse 23 in this text
24Καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν, ἃς ἐποίησαν ἐπὶ Σιὼν κατʼ ὀφθαλμοὺς ὑμῶν, λέγει Κύριος.
no verse 24 in this text
25Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸ ὄρος τὸ διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ κατακυλιῶ σε ἐπὶ τῶν πετρῶν, καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον·
no verse 25 in this text
26Καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν, καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν ἔσῃ εἰς τὸν αἰῶνα, λέγει Κύριος.
no verse 26 in this text
27Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσι σάλπιγγι, ἁγιάσατε ἐπʼ αὐτὴν ἔθνη, παραγγείλατε ἐπʼ αὐτὴν, βασιλεῖς ἄρατε παρʼ ἐμοῦ, καὶ τοῖς Ἀχαναζέοις· ἐπιστήσατε ἐπʼ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπʼ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος.
no verse 27 in this text
28Ἀναβιβάσατε ἐπʼ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ, καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ.
no verse 28 in this text
29Ἐσείσθη ἡ γῆ, καὶ ἐπόνεσε, διότα ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου, τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν, καὶ μὴ κατοικεῖσθαι αὐτήν.
no verse 29 in this text
30Ἐξέλιπε μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες· ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς.
no verse 30 in this text
31Διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται, καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος, τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ.
no verse 31 in this text
32Ἀπʼ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήφθησαν, καὶ τὰ συστήματα αὐτῶν ἐνέπρησαν ἐν πυρὶ, καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται.
no verse 32 in this text
33Διότι τάδε λέγει Κύριος, οἶκοι βασιλέως Βαβυλῶνος, ὡς ἅλων ὥριμος ἀλοηθήσονται· ἔτι μικρὸν, καὶ ἥξει ὁ ἀμητὸς αὐτῆς.
no verse 33 in this text
34Κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκότος λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέ με, ὡς δράκων ἔπλησε τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου·
no verse 34 in this text
35Ἔξωσάν με οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σιὼν, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ Ἱερουσαλήμ.
no verse 35 in this text
36Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου, καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου, καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς, καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς.
no verse 36 in this text
37Καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν, καὶ οὐ κατοικηθήσεται.
no verse 37 in this text
38Ὅτι ἅμα ὡς λέοντες ἐξηγέρθησαν, καὶ ὡς σκύμνοι λεόντων.
no verse 38 in this text
39Ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς, καὶ μεθύσω αὐτοὺς, ὅπως καρωθῶσι, καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον, καὶ οὐ μὴ ἐξεγερθῶσι, λέγει Κύριος.
no verse 39 in this text
40Καὶ καταβίβασον αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν, καὶ ὡς κριοὺς μετʼ ἐρίφων.
no verse 40 in this text
41Πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν;
no verse 41 in this text
42Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύφθη,
no verse 42 in this text
43ἐγενήθησαν αἱ πόλεις αὐτῆς ὡς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς, οὐδὲ μὴ καταλύσει ἐν αὐτῇ υἱὸς ἀνθρώπου.
no verse 43 in this text
44Καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα, καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχθῶσι πρὸς αὐτὴν ἔτι τὰ ἔθνη,
no verse 44 in this text
49καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς.
no verse 49 in this text
50Ἀνασωζόμενοι ἐκ γῆς πορεύεσθε, καὶ μὴ ἵστασθε· οἱ μακρόθεν μνήσθητε τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.
no verse 50 in this text
51Ἠσχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν, εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου.
no verse 51 in this text
52Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι.
no verse 52 in this text
53Ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς, καὶ ὅτι ἐὰν ὀχυρώσῃ τὰ τείχη ἰσχύϊ αὐτῆς, παρʼ ἐμοῦ ἥξουσιν ἐξολοθρεύοντες αὐτὴν, λέγει Κύριος.
no verse 53 in this text
54Φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων,
no verse 54 in this text
55ὅτι ἐξωλόθρευσε Κύριος τὴν Βαβυλῶνα, καὶ ἀπώλεσεν ἀπʼ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά· ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς.
no verse 55 in this text
56Ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον αὐτῶν, ὅτι ὁ Θεὸς ἀνταποδίδωσιν αὐτοῖς.
no verse 56 in this text
57Κύριος ἀνταποδίδωσι, καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς, καὶ τοὺς σοφοὺς αὐτῆς, καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεὺς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ.
no verse 57 in this text
58Τάδε λέγει Κύριος, τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται, καὶ οὐ κοπιάσουσι λαοὶ εἰς κενὸν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν.
no verse 58 in this text
59Ὁ ΛΟΓΟΣ ὋΝ ἘΝΕΤΕΙΛΑΤΟ ΚΥΡΙΟΣ ἹΕΡΕΜΙΑ ΤΩ ΠΡΟΦΗΤΗ εἰπεῖν τῷ Σαραίᾳ υἱῷ Νηρείου, υἱοῦ Μαασαίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως Ἰούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ· καὶ Σαραίας ἄρχων δώρων.
no verse 59 in this text
60Καὶ ἔγραψεν Ἱερεμίας πάντα τὰ κακὰ ἃ ἥξει ἐπὶ Βαβυλῶνα ἐν βιβλίῳ, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα.
no verse 60 in this text
61Καὶ εἶπεν Ἱερεμίας πρὸς Σαραίαν, ὅταν ἔλθῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους,
no verse 61 in this text
62καὶ ἐρεῖς, Κύριε Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον, τοῦ ἐξολοθρεῦσαι αὐτὸν, καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται.
no verse 62 in this text
63Καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπʼ αὐτὸ λίθον, καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου,
no verse 63 in this text
64καὶ ἐρεῖς, οὕτως καταδύσεται Βαβυλὼν, καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτήν.
no verse 64 in this text
Tip: use the ← and → keys to turn chapters.