ΙΕΡΕΜΙΑΣ
Chapter 14
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΙΕΡΕΜΙΑΣ 14

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1ΚΑΙ ἘΓΕΝΕΤΟ ΛΟΓΟΣ ΚΥΡΙΟΥ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ ΠΕΡΙ ΤΗΣ ἈΒΡΟΧΙΑΣ.
1کلام خداوند که درباره خشک سالی به ارمیا نازل شد.
2Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη·
2«یهودا نوحه گری می‌کند و دروازه هایش کاهیده شده، ماتم‌کنان بر زمین می‌نشینند و فریاداورشلیم بالا می‌رود.
3Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφʼ ὕδωρ· ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ, καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά.
3و شرفای ایشان صغیران ایشان را برای آب می‌فرستند و نزد حفره هامی روند و آب نمی یابند و با ظرفهای خالی برگشته، خجل و رسوا می‌شوند و سرهای خود رامی پوشانند.
4Καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνθησαν οἱ γεωργοὶ, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν.
4به‌سبب اینکه زمین منشق شده است چونکه باران بر جهان نباریده است. فلاحان خجل شده، سرهای خود را می‌پوشانند.
5Καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.
5بلکه غزالها نیز در صحرا می‌زایند و (اولاد خود را)ترک می‌کنند چونکه هیچ گیاه نیست.
6Ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας, καὶ εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος.
6وگورخران بر بلندیها ایستاده، مثل شغالها برای باددم می‌زنند و چشمان آنها کاهیده می‌گردد چونکه هیچ علفی نیست.»
7Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· Κύριε ποίησον ἡμῖν ἕνεκέν σου, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου, ὅτι σοι ἡμάρτομεν.
7‌ای خداوند اگر‌چه گناهان ما بر ما شهادت می‌دهد اما به‌خاطر اسم خود عمل نما زیرا که ارتدادهای ما بسیار شده است و به تو گناه ورزیده‌ایم.
8Ὑπομονὴ Ἰσραὴλ Κύριε, καὶ σώζεις ἐν καιρῷ κακῶν· ἱνατί ἑγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα;
8‌ای تو که امید اسرائیل ونجات‌دهنده او در وقت تنگی می‌باشی چرا مثل غریبی در زمین و مانند مسافری که برای شبی خیمه می‌زند شده‌ای؟
9Μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν, ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σώζειν; καὶ σὺ ἐν ἡμῖν εἶ Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφʼ ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν.
9چرا مثل شخص متحیرو مانند جباری که نمی تواند نجات دهد هستی؟ اما تو‌ای خداوند در میان ما هستی و ما به نام تونامیده شده‌ایم پس ما را ترک منما.
10Οὕτως λέγει Κύριος τῷ λαῷ τούτῳ, ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐώδωσεν ἐν αὐτοῖς· νῦν μνησθήσεται τῆς ἀδικίας αὐτῶν.
10خداوند به این قوم چنین می‌گوید: «ایشان به آواره گشتن چنین مایل بوده‌اند و پایهای خودرا باز نداشتند. بنابراین خداوند ایشان را مقبول ننمود و حال عصیان ایشان را به یاد آورده، گناه ایشان را جزا خواهد داد.»
11Καὶ εἶπε Κύριος πρὸς μὲ, μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαθὰ,
11و خداوند به من گفت: «برای خیریت این قوم دعا منما!
12ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν· καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς.
12چون روزه گیرند ناله ایشان را نخواهم شنید و چون قربانی سوختنی و هدیه آردی گذرانند ایشان راقبول نخواهم فرمود بلکه من ایشان را به شمشیر وقحط و وبا هلاک خواهم ساخت.»
13Καὶ εἶπα, ὁ ὢν Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι, καὶ λέγουσιν, οὐκ ὄψεσθε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς, καὶ ἐν τῷ τόπῳ τούτῳ.
13پس گفتم: «آه‌ای خداوند یهوه اینک انبیا به ایشان می‌گویند که شمشیر را نخواهید دید وقحطی به شما نخواهد رسید بلکه شما را در این مکان سلامتی پایدار خواهم داد.»
14Καὶ εἶπε Κύριος πρὸς μὲ, ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς, καὶ μαντείας, καὶ οἰωνίσματα, καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν.
14پس خداوند مرا گفت: «این انبیا به اسم من به دروغ نبوت می‌کنند. من ایشان را نفرستادم و به ایشان امری نفرمودم و تکلم ننمودم، بلکه ایشان به رویاهای کاذب و سحر و بطالت و مکر دلهای خویش برای شما نبوت می‌کنند.
15Διατοῦτο τάδε λέγει Κύριος περὶ τῶν προφητῶν τῶν προφητευόντων ἐπὶ τῷ ὀνόματί μου ψευδῆ, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς, οἳ λέγουσι, μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης· ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, καὶ ἐν λιμῷ συντελεσθήσονται οἱ προφῆται,
15بنابراین خداوند درباره این انبیا که به اسم من نبوت می‌کنند و من ایشان را نفرستاده‌ام و می‌گویند که شمشیر و قحط در این زمین نخواهد شد می‌گویدکه این انبیا به شمشیر و قحط کشته خواهند شد.
16καὶ ὁ λαὸς, οἷς αὐτοὶ προφητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐῤῥιμμένοι ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ θάπτων αὐτοὺς, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ θυγατέρες αὐτῶν, καὶ ἐκχεῶ ἐπʼ αὐτοὺς τὰ κακὰ αὐτῶν.
16و این قومی که برای ایشان نبوت می‌کنند درکوچه های اورشلیم به‌سبب قحط و شمشیرانداخته خواهند شد و کسی نخواهد بود که ایشان و زنان ایشان و پسران و دختران ایشان را دفن کندزیرا که شرارت ایشان را بر ایشان خواهم ریخت.
17Καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον, καταγάγετε ἐπ ὀφθαλμοὺς ὑμῶν δάκρυα ἡμερας καὶ νυκτὸς, καὶ μὴ διαλιπέτωσαν, ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαοῦ μου, καὶ πληγὴ ὀδυνηρὰ σφόδρα.
17پس این کلام را به ایشان بگو: چشمان من شبانه‌روز اشک می‌ریزد و آرامی ندارد زیرا که آن دوشیزه یعنی دختر قوم من به شکستگی عظیم وصدمه بینهایت سخت شکسته شده است.
18Ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας· καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, καὶ ἰδοὺ πόνος λιμοῦ· ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γῆν, ἣν οὐκ ᾔδεισαν.
18اگربه صحرا بیرون روم اینک کشتگان شمشیر و اگربه شهر داخل شوم اینک بیماران از گرسنگی. زیراکه هم انبیا و کهنه در زمین تجارت می‌کنند و هیچ نمی دانند.»
19Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ἰούδαν, καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου; ἱνατί ἔπαισας ἡμᾶς, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθὰ, εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή.
19آیا یهودا را بالکل ترک کرده‌ای و آیا جانت صهیون را مکروه داشته است؟ چرا ما را چنان زده‌ای که برای ما هیچ علاجی نیست؟ برای سلامتی انتظار کشیدیم اما هیچ خیری نیامد وبرای زمان شفا و اینک اضطراب پدید آمد.
20Ἔγνωμεν Κύριε ἁμαρτήματα ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου.
20‌ای خداوند به شرارت خود و به عصیان پدران خویش اعتراف می‌نماییم زیرا که به تو گناه ورزیده‌ایم.
21Κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου· μνήσθητι, μὴ διασκεδάσῃς τὴν διαθήκην σου τὴν μεθʼ ἡμῶν.
21به‌خاطر اسم خود ما را رد منما. کرسی جلال خویش را خوار مشمار. عهد خودرا که با ما بستی به یاد آورده، آن را مشکن.
22Μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα.
22آیادر میان اباطیل امت‌ها هستند که باران ببارانند و آیا آسمان می‌تواند بارش بدهد؟ مگر تو‌ای یهوه خدای ما همان نیستی و به تو امیدوار هستیم چونکه تو فاعل همه اینکارها می‌باشی.

Tip: use the ← and → keys to turn chapters.