ΙΕΡΕΜΙΑΣ 12
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Δίκαιος εἶ Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα;
1耶和華啊,我與你爭辯的時候, 你顯為義; 但有一件,我還要與你理論: 惡人的道路為何亨通呢? 大行詭詐的為何得安逸呢?
2Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποιήσαντο, καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν.
2你栽培了他們, 他們也扎了根, 長大,而且結果。 他們的口是與你相近, 心卻與你遠離。
3Καὶ σύ Κύριε γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν.
3耶和華啊,你曉得我,看見我, 察驗我向你是怎樣的心。 求你將他們拉出來, 好像將宰的羊, 叫他們等候殺戮的日子。
4Ἕως πότε πενθήσει ἡ γῆ, καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῆ; ἠφανίσθησαν κτήνη καὶ πετεινὰ, ὅτι εἶπαν, οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν.
4這地悲哀, 通國的青草枯乾,要到幾時呢? 因其上居民的惡行, 牲畜和飛鳥都滅絕了。 他們曾說:他看不見我們的結局。
5Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε· πῶς παρασκευάσῃ ἐφʼ ἵπποις; καὶ ἐν γῇ εἰρήνης σου πέποιθας· πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;
5耶和華說 :你若與步行的人同跑, 尚且覺累, 怎能與馬賽跑呢? 你在平安之地,雖然安穩, 在 約旦河 邊的叢林要怎樣行呢?
6Ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσι πρὸς σὲ καλά.
6因為連你弟兄和你父家都用奸詐待你。 他們也在你後邊大聲喊叫, 雖向你說好話, 你也不要信他們。
7Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.
7我離了我的殿宇, 撇棄我的產業, 將我心裏所親愛的交在她仇敵的手中。
8Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπʼ ἐμὲ τὴν φωνὴν αὐτῆς, διατοῦτο ἐμίσησα αὐτήν.
8我的產業向我如林中的獅子, 她發聲攻擊我, 因此我恨惡她。
9Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ, ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε, συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν.
9我的產業向我豈如斑點的鷙鳥呢? 鷙鳥豈在她四圍攻擊她呢? 你們要去聚集田野的百獸, 帶來吞吃吧!
10Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον,
10許多牧人毀壞我的葡萄園, 踐踏我的分, 使我美好的分變為荒涼的曠野。
11ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας· διʼ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ.
11他們使地荒涼; 地既荒涼,便向我悲哀。 全地荒涼,因無人介意。
12Ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπʼ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς· οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.
12滅命的都來到曠野中一切淨光的高處; 耶和華的刀從地這邊直到地那邊盡行殺滅。 凡有血氣的都不得平安。
13Σπείρατε πυροὺς, καὶ ἀκάνθας θερίζετε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι Κυρίου.
13他們種的是麥子, 收的是荊棘; 勞勞苦苦卻毫無益處。 因耶和華的烈怒, 你們必為自己的土產羞愧。
14Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ἰσραὴλ, ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν.
14耶和華如此說:「一切惡鄰,就是佔據我使百姓 以色列 所承受產業的,我要將他們拔出本地,又要將 猶大 家從他們中間拔出來。
15Καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς, καὶ κατοικιῶ αὐτοὺς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.
15我拔出他們以後,我必轉過來憐憫他們,把他們再帶回來,各歸本業,各歸故土。
16Καὶ ἔσται ἐὰν μαθόντες μάθωσι τὴν ὁδὸν τοῦ λαοῦ μου, τοῦ ὀμνύειν τῷ ὀνόματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βάαλ, καὶ οἰκοδομηθήσεται ἐν μέσῳ τοῦ λαοῦ μου.
16他們若殷勤學習我百姓的道,指着我的名起誓 說 :『我指着永生的耶和華起誓』,正如他們從前教我百姓指着 巴力 起誓,他們就必建立在我百姓中間。
17Ἐὰν δὲ μὴ ἐπιστρέψωσι, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.
17他們若是不聽,我必拔出那國,拔出而且毀滅。這是耶和華說的。」
Tip: use the ← and → keys to turn chapters.