ΙΟΥΔΙΘ 2
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Clementine Vulgate, 1598
1Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ, δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς, ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων, ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησε.
1Anno tertiodecimo Nabuchodonosor regis, vigesima et secunda die mensis primi, factum est verbum in domo Nabuchodonosor regis Assyriorum ut defenderet se.
2Καὶ συνεκάλεσε πάντας τοὺς θεράποντας αὐτοῦ, καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ, καὶ ἔθετο μετʼ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ· καὶ συνετέλεσε πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ·
2Vocavitque omnes majores natu, omnesque duces et bellatores suos, et habuit cum eis mysterium consilii sui:
3καὶ αὐτοὶ ἔκριναν ὀλοθρεῦσαι πᾶσαν σάρκα, οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.
3dixitque cogitationem suam in eo esse, ut omnem terram suo subjugaret imperio.
4Καὶ ἐγένετο ὡς συνετέλεσε τὴν βουλὴν αὐτοῦ, ἐκάλεσε Ναβουχοδονόσορ βασιλεὺς Ἀσσυρίων τὸν Ὀλοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ, δεύτερον ὄντα μετʼ αὐτὸν, καὶ εἶπε πρὸς αὐτὸν,
4Quod dictum cum placuisset omnibus, vocavit Nabuchodonosor rex Holofernem principem militiæ suæ,
5τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς, ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου, καὶ λήψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύϊ αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι, καὶ πλῆθος ἵππων σὺν ἀναβάταις μυριάδων δεκαδύο,
5et dixit ei: Egredere adversus omne regnum occidentis, et contra eos præcipue, qui contempserunt imperium eum.
6καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμὰς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου·
6Non parcet oculus tuus ulli regno, omnemque urbem munitam subjugabis mihi.
7καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπʼ αὐτοὺς, καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶ τῆς δυνάμεώς μου· καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς,
7Tunc Holofernes vocavit duces et magistratus virtutis Assyriorum, et dinumeravit viros in expeditionem sicut præcepit ei rex, centum viginti millia peditum pugnatorum, et equitum sagittariorum duodecim millia.
8καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσι τὰς φάραγγας καὶ τοὺς χειμάῤῥους αὐτῶν, καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται·
8Omnemque expeditionem suam fecit præire in multitudine innumerabilium camelorum, cum his quæ exercitibus sufficerent copiose, boum quoque armenta, gregesque ovium, quorum non erat numerus.
9καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς.
9Frumentum ex omni Syria in transitu suo parari constituit.
10Σὺ δὲ ἐξελθὼν προκαταλήψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσί σοι ἑαυτοὺς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν.
10Aurum vero et argentum de domo regis assumpsit multum nimis.
11Ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου, δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου.
11Et profectus est ipse, et omnis exercitus cum quadrigis, et equitibus, et sagittariis: qui cooperuerunt faciem terræ sicut locustæ.
12Ὅτι ζῶν ἐγὼ, καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα, καὶ ποιήσω ταῦτα ἐν χειρί μου.
12Cumque pertransisset fines Assyriorum, venit ad magnos montes Ange, qui sunt a sinistro Ciliciæ: ascenditque omnia castella eorum, et obtinuit omnem munitionem.
13Καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλʼ ἐπιτελῶν ἐπιτελέσεις, καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά.
13Effregit autem civitatem opinatissimam Melothi, prædavitque omnes filios Tharsis et filios Ismaël qui erant contra faciem deserti, et ad austrum terræ Cellon.
14Καὶ ἐξῆλθεν Ὀλοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἐκάλεσε πάντας τοὺς δυνάστας, καὶ τοὺς στρατηγοὺς, καὶ ἐπιστάτας τῆς δυνάμεως Ἀσσοὺρ,
14Et transivit Euphraten, et venit in Mesopotamiam: et fregit omnes civitates excelsas quæ erant ibi, a torrente Mambre usquequo perveniatur ad mare:
15καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δεκαδύο, καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους,
15et occupavit terminos ejus, a Cilicia usque ad fines Japheth qui sunt ad austrum.
16καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται.
16Abduxitque omnes filios Madian, et prædavit omnem locupletationem eorum, omnesque resistentes sibi occidit in ore gladii.
17Καὶ ἔλαβε καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν, ὧν οὐκ ἦν ἀριθμός,
17Et post hæc descendit in campos Damasci in diebus messis, et succendit omnia sata, omnesque arbores, et vineas fecit incidi:
18καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος, καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα.
18et cecidit timor illius super omnes inhabitantes terram.
19Καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονόσορ, καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν.
no verse 19 in this text
20Καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς τυνεξῆλθον αὐτοῖς, καὶ ὡς ἡ ἄμμος τῆς γῇς· οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν.
no verse 20 in this text
21Καὶ ἀπῆλθον ἐκ Νινευὴ ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βαικτιλαὶθ, καὶ ἐπεστρατοπέδευσεν ἀπὸ Βαικτιλαὶθ πλησίον τοῦ ὄρους τοῦ ἐπʼ ἀριστερᾷ τῆς ἄνω Κιλικίας.
no verse 21 in this text
22Καὶ ἔλαβε πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς, καὶ τοὺς ἱππεῖς, καὶ τὰ ἅρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν.
no verse 22 in this text
23Καὶ διέκοψε τὸ Φοὺδ καὶ Λοὺδ, καὶ ἐπρονόμευσαν πάντας υἱοὺς Ῥασσὶς, καὶ υἱοὺς Ἰσμαὴλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς Νότον τῆς Χελλαίων.
no verse 23 in this text
24Καὶ παρῆλθε τὸν Εὐφράτην, καὶ διῆλθε τὴν Μεσοποταμίαν, καὶ διέσκαψε πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμαῤῥοῦ Ἀβρωνᾶ ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν.
no verse 24 in this text
25Καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλίκιας, καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ· καὶ ἦλθεν ἕως ὁρίων Ἰάφεθ, τὰ πρὸς Νότον κατὰ πρόσωπον τῆς Ἀραβίας.
no verse 25 in this text
26Καὶ ἐκύκλωσε πάντας τοὺς υἱοὺς Μαδιὰν, καὶ ἐνέπρησε τὰ σκηνώματα αὐτῶν, καὶ ἐπρονόμευσε τὰς μάνδρας αὐτῶν.
no verse 26 in this text
27Καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ ἐνέπρησε πάντας τοὺς ἀγροὺς αὐτῶν· καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν, καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσε, καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησε, καὶ ἐπάταξε πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας.
no verse 27 in this text
28Καὶ ἐπέπεσεν ὁ φόβος καὶ ὁ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν, τοὺς ὄντας ἐν Σιδῶνι καὶ Τύρῳ, καὶ τοὺς κατοικοῦντας Σοὺρ, καὶ Ὀκινὰ, καὶ πάντας τοὺς κατοικοῦντας Ἱεμναάν· καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκάλωνι ἐφοβήθησαν αὐτὸν σφόδρα.
no verse 28 in this text
Tip: use the ← and → keys to turn chapters.