ΗΣΑΙΑΣ 7
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασὶν βασιλεὺς Ἀραμ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.
1ユダの王で、ウジヤの子ヨタムの子であるアハズの時代に、シリアの王レツィンと、レマルヤの子であるイスラエルの王ペカが、エルサレムと戦うために攻め上った。しかし、これを攻め落とすことはできなかった。
2Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυὶδ, λέγων, συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ·
2ダビデの家に、「シリアがエフライムと同盟を結んだ」と知らされた。王の心と民の心は、森の木々が風に揺れるように震えた。
3Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν, ἔξελθε εἰς συνάντησιν Ἄχαζ σὺ, καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ ἀγροῦ τοῦ κναφέως.
3その時、主はイザヤに言われた。「あなたと、あなたの子シェアル・ヤシュブは、今すぐアハズに会うために出て行きなさい。上の池の水路の端、布さらしの野へ向かう大路に行き、
4Καὶ ἐρεῖς αὐτῷ, φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.
4彼にこう言いなさい。『気をつけて、落ち着いていなさい。この二つのくすぶるたいまつの燃えさし、すなわちレツィンとシリア、レマルヤの子の激しい怒りを恐れてはならない。心を弱らせてはならない。
5Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ, καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηράν·
5シリアとエフライムとレマルヤの子が、あなたに対して悪を企て、
6Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ·
6こう言っているからだ。「ユダに攻め上り、これを引き裂き、われわれのものとして分け、その中にタブエルの子を王として立てよう。」
7Τάδε λέγει Κύριος σαβαὼθ, οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται,
7主なる神はこう言われる。「その計画は実現せず、起こりもしない。
8ἀλλʼ ἡ κεφαλὴ Ἀρὰμ, Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, Ῥασίμ· ἀλλʼ ἔτι ἐξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραίμ ἀπὸ λαοῦ,
8シリアの頭はダマスコであり、ダマスコの頭はレツィンだからだ。六十五年以内にエフライムは打ち砕かれ、もはや一つの民ではなくなる。
9καὶ ἡ κεφαλὴ Ἐφραὶμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομορων, υἱὸς τοῦ Ῥομελίου, καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.
9エフライムの頭はサマリアであり、サマリアの頭はレマルヤの子である。あなたが信じなければ、決して堅く立つことはできない。」』」
10Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων,
10主は再びアハズにこう言われた。
11αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος.
11「あなたの神、主にしるしを求めなさい。深い所にでも、上の高い所にでも求めなさい。」
12Καὶ εἶπεν Ἄχαζ, οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον.
12しかし、アハズは言った。「私は求めません。主を試すこともしません。」
13Καὶ εἶπεν, ἀκούσατε δὴ οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;
13そこでイザヤは言った。「ダビデの家よ、今、聞きなさい。人々を煩わせるだけでは足りず、私の神をも煩わせるのか。
14Διατοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.
14それゆえ、主ご自身があなたがたにしるしを与える。見よ、処女が身ごもって男の子を産み、その名をインマヌエルと呼ぶ。
15Βούτυρον καὶ μέλι φάγεται πρινὴ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξασθαι τὸ ἀγαθόν·
15その子は、悪を退けて良いものを選ぶことを知るころ、バターと蜂蜜を食べる。
16Διότι πρινὴ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων.
16その子が悪を退けて良いものを選ぶことを知る前に、あなたが忌み嫌っている二人の王の国は見捨てられる。
17Ἀλλὰ ἐπάξει ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφʼ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων.
17主は、あなたとあなたの民とあなたの父の家に、エフライムがユダから離れた日以来なかった日々、すなわちアッシリアの王をもたらす。
18Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύσει μέρος ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων·
18その日、主はエジプトの川々の最果てにいるはえと、アッシリアの地にいる蜂を口笛で呼び寄せる。
19Καὶ ἐλεύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα.
19それらはやって来て、荒れた谷、岩の裂け目、すべてのいばらの茂み、すべての牧草地にとどまる。
20Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος ἐν τῷ ξυρῷ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ.
20その日、主は大河の向こうから雇ったかみそり、すなわちアッシリアの王によって、頭と足の毛をそり、ひげもそり落とす。
21Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν, καὶ δύο πρόβατα·
21その日、一人の人が一頭の若い雌牛と二頭の羊を飼う。
22Καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον πιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.
22それらが豊かに乳を出すため、彼はバターを食べる。この地に残された者はみな、バターと蜂蜜を食べる。
23Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται, καὶ εἰς ἄκανθαν.
23その日、銀千シェケルの価値がある千本のぶどうの木があった場所も、いばらと茨の生える所となる。
24Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ· ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ,
24全地がいばらと茨になるため、人々は弓と矢を携えてそこへ行く。
25καὶ πᾶν ὄρος ἠροτριωμένον ἀροτριωθήσεται· οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου, καὶ καταπάτημα βοός.
25くわで耕されていたすべての丘にも、いばらと茨を恐れて近づかなくなる。そこは牛が放され、羊が踏み荒らす場所となる。」
Tip: use the ← and → keys to turn chapters.