ΗΣΑΙΑΣ 20
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Τοῦ ἔτους ὅτε εἰσῆλθε Τανὰθαν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνᾶ βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ ἔλαβεν αὐτὴν,
1アッシリアの王サルゴンがタルタンを遣わし、彼がアシュドドに来て戦い、これを攻め取った年、
2τότε ἐλάλησε Κύριος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς, λέγων, πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου, καὶ ποίησον οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.
2その時、主はアモツの子イザヤを通してこう語った。「行って、腰から粗布を解き、足から履物を脱ぎなさい。」彼はそのとおりにし、裸で裸足のまま歩いた。
3Καὶ εἶπε Κύριος, ὃν τρόπον πεπόρευται ὁ παῖς μου Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, τρία ἔτη ἔσται εἰς σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν·
3主は言った。「わたしのしもべイザヤが、エジプトとクシュについてのしるしと不思議として、三年間、裸で裸足のまま歩いたように、
4Ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.
4アッシリアの王は、エジプトの捕虜とクシュの捕らわれ人を、若者も老人も裸で裸足のまま、尻をあらわにして連れ去る。これはエジプトの恥となる。
5Καὶ αἰσχυνθήσονται ἡττηθέντες ἐπὶ τοῖς Αἰθίοψιν, ἐφʼ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα.
5人々は、自分たちが期待していたクシュと、自分たちが誇っていたエジプトのために、うろたえ、恥じる。
6Καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων, καὶ πῶς ἡμεῖς σωθησόμεθα; ΤΟ ὍΡΑΜΑ ΤΗΣ ἘΡΗΜΟΥ.
6その日、この海沿いの地の住民は言う。『見よ、アッシリアの王から救い出してもらうために、助けを求めて逃げ込んだわれわれの望みが、このようになった。われわれはどうして逃れられるだろうか。』」
Tip: use the ← and → keys to turn chapters.