ΑΜΒΑΚΟΥΜ. Ηʹ 3
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1ΠΡΟΣΕΥΧ ἈΜΒΑΚΟΥΜ ΤΟΥ ΠΡΟΦΗΤΟΥ, ΜΕΤΑ Ὠ̣ΔΗΣ.
1دعای حبقوق نبی بر شجونوت.
2Κύριε εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην· ἐν μέσῳ δύο ζώων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου, ἐν ὀργῇ ἐλέους μνησθήσῃ.
2ای خداوند چون خبر تو را شنیدم ترسان گردیدم. ای خداوند عمل خویش را در میان سالها زنده کن! در میان سالها آن را معروف ساز ودر حین غضب رحمت را بیاد آور.
3Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέος· διάψαλμα· ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
3خدا از تیمان آمد و قدوس از جبل فاران، سلاه. جلال اوآسمانها را پوشانید و زمین از تسبیح او مملوگردید.
4Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
4پرتو او مثل نور بود و از دست وی شعاع ساطع گردید. و ستر قوت او در آنجا بود.
5Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία· κατὰ πόδας αὐτοῦ
5پیش روی وی وبا میرفت و آتش تب نزد پایهای اومی بود.
6ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ· ἐπέβλεψε, καὶ διετάκη ἔθνη· διεθρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι πορείας αἰωνίας αὐτοῦ.
6او بایستاد و زمین را پیمود. او نظر افکندو امتها را پراکنده ساخت و کوههای ازلی جستند و تلهای ابدی خم شدند. طریق های اوجاودانی است.
7Ἀντὶ κόπων εἶδον σκηνώματα Αἰθιόπων, πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ.
7خیمه های کوشان را در بلادیدم. و چادرهای زمین مدیان لرزان شد.
8Μὴ ἐν ποταμοῖς ὠργίσθης Κύριε; ἢ ἐν ποταμοῖς ὁ θυμός σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.
8ای خداوند آیا بر نهرها غضب تو افروخته شد یا خشم تو بر نهرها و غیظ تو بر دریا واردآمد، که بر اسبان خود و ارابه های فتح مندی خویش سوار شدی؟
9Ἐντείνων ἐνέτεινας τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος· διάψαλμα· ποταμῶν ῥαγήσεται γῆ.
9کمان تو تمام برهنه شد، موافق قسمهایی که در کلام خود برای اسباط خوردهای، سلاه. زمین را به نهرها منشق ساختی.
10Ὄψονταί σε, καὶ ὠδινήσουσι λαοὶ, σκορπίζων ὕδατα πορείας· ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς.
10کوهها تو را دیدند و لرزان گشتند و سیلاب هاجاری شد. لجه آواز خود را داد و دستهای خویش را به بالا برافراشت.
11Ἐπῄρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς· εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
11آفتاب و ماه در برجهای خود ایستادند. ازنور تیرهایت و از پرتو نیزه براق تو برفتند.
12Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, καὶ ἐν θυμῷ κατάξεις ἔθνη,
12باغضب در جهان خرامیدی، و با خشم امتها راپایمال نمودی.
13ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τὸν χριστόν σου· βαλεῖς εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου· διάψαλμα.
13برای نجات قوم خویش وخلاصی مسیح خود بیرون آمدی. سر را ازخاندان شریران زدی و اساس آن را تا به گردن عریان نمودی، سلاه.
14Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ· διανοίξουσι χαλινοὺς αὐτῶν, ὡς ἔσθων πτωχὸς λάθρα.
14سر سرداران ایشان را به عصای خودشان مجروح ساختی، حینی که مثل گردباد آمدند تامرا پراکنده سازند. خوشی ایشان در این بود که مسکینان را در خفیه ببلعند.
15Καὶ ἐπιβιβᾷς εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδωρ πολύ.
15با اسبان خود بردریا و بر انبوه آبهای بسیار خرامیدی.
16Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου· ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως, τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου.
16چون شنیدم احشایم بلرزید و از آواز آن لبهایم بجنبید، و پوسیدگی به استخوانهایم داخل شده، در جای خود لرزیدم، که در روز تنگی استراحت یابم هنگامی که آن که قوم را ذلیل خواهدساخت، بر ایشان حمله آورد.
17Διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπεν ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσι βόες ἐπὶ φάτναις·
17اگرچه انجیر شکوفه نیاورد و میوه در موهایافت نشود و حاصل زیتون ضایع گردد ومزرعهها آذوقه ندهد، و گلهها از آغل منقطع شودو رمهها در طویلهها نباشد،
18ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
18لیکن من درخداوند شادمان خواهم شد و در خدای نجات خویش وجد خواهم نمود.
19Κύριος ὁ Θεὸς δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ.
19یهوه خداوندقوت من است و پایهایم را مثل پایهای آهومی گرداند و مرا بر مکان های بلندم خرامان خواهد ساخت. برای سالار مغنیان بر ذوات اوتار.
Tip: use the ← and → keys to turn chapters.