ΓΕΝΕΣΙΣ
Chapter 17
Septuagint (Brenton Gree…
vs JPS Tanakh (Jewish…
Aa
Text size
Line width
Verse numbers

ΓΕΝΕΣΙΣ 17

Septuagint (Brenton Greek text, with Apocrypha)
JPS Tanakh (Jewish Publication Society, 1917)
1Ἐγένετο δὲ Ἅβραμ ἐτῶν ἐννενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἅβραμ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος.
1And when Abram was ninety years old and nine, the LORD appeared to Abram, and said unto him: 'I am God Almighty; walk before Me, and be thou wholehearted.
2Καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σου, καὶ πληθυνῶ σε σφόδρα.
2And I will make My covenant between Me and thee, and will multiply thee exceedingly.'
3Καὶ ἔπεσεν Ἅβραμ ἐπὶ πρόσωπον αὐτοῦ.
3And Abram fell on his face; and God talked with him, saying:
4Καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς, λέγων, Καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ· καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν.
4'As for Me, behold, My covenant is with thee, and thou shalt be the father of a multitude of nations.
5Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἅβραμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἁβραὰμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.
5Neither shall thy name any more be called Abram, but thy name shall be Abraham; for the father of a multitude of nations have I made thee.
6Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς ἔθνη· καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.
6And I will make thee exceeding fruitful, and I will make nations of thee, and kings shall come out of thee.
7Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σου, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναί σου Θεὸς, καὶ τοῦ σπέρματός σου μετὰ σέ.
7And I will establish My covenant between Me and thee and thy seed after thee throughout their generations for an everlasting covenant, to be a God unto thee and to thy seed after thee.
8Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναὰν, εἰς κατάσχεσιν αἰώνιον· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν.
8And I will give unto thee, and to thy seed after thee, the land of thy sojournings, all the land of Canaan, for an everlasting possession; and I will be their God.'
9Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἁβραὰμ, σὺ δὲ τὴν. διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.
9And God said unto Abraham: 'And as for thee, thou shalt keep My covenant, thou, and thy seed after thee throughout their generations.
10Καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν.
10This is My covenant, which ye shall keep, between Me and you and thy seed after thee: every male among you shall be circumcised.
11Καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.
11And ye shall be circumcised in the flesh of your foreskin; and it shall be a token of a covenant betwixt Me and you.
12Καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν· καὶ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου,
12And he that is eight days old shall be circumcised among you, every male throughout your generations, he that is born in the house, or bought with money of any foreigner, that is not of thy seed.
13Περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου, καὶ ὁ ἀργυρώνητος· καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον.
13He that is born in thy house, and he that is bought with thy money, must needs be circumcised; and My covenant shall be in your flesh for an everlasting covenant.
14Καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε.
14And the uncircumcised male who is not circumcised in the flesh of his foreskin, that soul shall be cut off from his people; he hath broken My covenant.'
15Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἁβραὰμ, Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.
15And God said unto Abraham: 'As for Sarai thy wife, thou shalt not call her name Sarai, but Sarah shall her name be.
16Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸ, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται.
16And I will bless her, and moreover I will give thee a son of her; yea, I will bless her, and she shall be a mother of nations; kings of peoples shall be of her.'
17Καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε· καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων, εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν τέξεται;
17Then Abraham fell upon his face, and laughed, and said in his heart: 'Shall a child be born unto him that is a hundred years old? and shall Sarah, that is ninety years old, bear?'
18Εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου.
18And Abraham said unto God: 'Oh that Ishmael might live before Thee!'
19Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἁβραὰμ, ναί· ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ· καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν, εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν.
19And God said: 'Nay, but Sarah thy wife shall bear thee a son; and thou shalt call his name Isaac; and I will establish My covenant with him for an everlasting covenant for his seed after him.
20Περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν, καὶ αὐξανῶ αὐτὸν, καὶ πληθυνῶ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα.
20And as for Ishmael, I have heard thee; behold, I have blessed him, and will make him fruitful, and will multiply him exceedingly; twelve princes shall he beget, and I will make him a great nation.
21Τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαὰκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ.
21But My covenant will I establish with Isaac, whom Sarah shall bear unto thee at this set time in the next year.'
22Συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν, καὶ ἀνέβη ὁ Θεὸς ἀπὸ Ἁβραάμ.
22And He left off talking with him, and God went up from Abraham.
23Καὶ ἔλαβεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν ἑαυτοῦ, καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ, καὶ πάντας τοὺς ἀργυρωνήτους, καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἁβραὰμ, καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν, ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.
23And Abraham took Ishmael his son, and all that were born in his house, and all that were bought with his money, every male among the men of Abraham's house, and circumcised the flesh of their foreskin in the selfsame day, as God had said unto him.
24Ἁβραὰμ δὲ ἐννενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
24And Abraham was ninety years old and nine, when he was circumcised in the flesh of his foreskin.
25Ἰσμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
25And Ishmael his son was thirteen years old, when he was circumcised in the flesh of his foreskin.
26Ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, περιετμήθη Ἁβραὰμ, καὶ Ἰσμαὴλ ὁ υἱὸς αὐτοῦ,
26In the selfsame day was Abraham circumcised, and Ishmael his son.
27καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ, καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν.
27And all the men of his house, those born in the house, and those bought with money of a foreigner, were circumcised with him.

Tip: use the ← and → keys to turn chapters.