ΒΑΣΙΛΕΙΩΝ Β
Chapter 3
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Β 3

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀναμέσον τοῦ οἴκου Δαυίδ· καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.
1و جنگ در میان خاندان شاول و خاندان داود به طول انجامید و داود روز به روزقوت می‌گرفت و خاندان شاول روز به روزضعیف می‌شدند.
2Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών· καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινόομ τῆς Ἰεζραηλίτιδος.
2و برای داود در حبرون پسران زاییده شدند، و نخست زاده‌اش، عمون، از اخینوعم یزرعیلیه بود.
3Καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς Ἀβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίος, Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσσὶρ,
3و دومش، کیلاب، از ابیجایل، زن نابال کرملی، و سوم، ابشالوم، پسر معکه، دختر تلمای پادشاه جشور.
4καὶ ὁ τέταρτος Ὀρνία υἱὸς Ἀγγὶθ, καὶ ὁ πέμπτος Σαφατία τῆς Ἀβιτὰλ,
4و چهارم ادونیا، پسر حجیت، وپنجم شفطیا پسر ابیطال،
5καὶ ὁ ἕκτος Ἰεθεραὰμ τῆς Αἰγὰλ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών.
5و ششم، یترعام ازعجله، زن داود. اینان برای داود در حبرون زاییده شدند.
6Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀναμέσον τοῦ οἴκου Δαυὶδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ.
6و هنگامی که جنگ در میان خاندان شاول وخاندان داود می‌بود، ابنیر، خاندان شاول راتقویت می‌نمود.
7Καὶ τῷ Σαοὺλ παλλακὴ Ῥεσφὰ θυγάτηρ Ἰώλ· καὶ εἶπεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ πρὸς Ἀβεννὴρ, τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;
7و شاول را کنیزی مسمی به رصفه دختر ایه بود، و ایشبوشت به ابنیر گفت: «چرا به کنیز پدرم درآمدی؟»
8Καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ Ἰεβοσθέ. καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτὸν, μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου, καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων, καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυὶδ, καὶ ἐπιζητεῖς ἐπʼ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;
8و خشم ابنیر به‌سبب سخن ایشبوشت بسیار افروخته شده، گفت: «آیا من سر سگ برای یهودا هستم و حال آنکه امروز به خاندان پدرت، شاول، و برادرانش واصحابش احسان نموده‌ام و تو را به‌دست داودتسلیم نکرده‌ام که به‌سبب این زن امروز گناه بر من اسناد می‌دهی؟
9Τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυὶδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ,
9خدا مثل این و زیاده از این به ابنیر بکند اگر من به طوری که خداوند برای داودقسم خورده است، برایش چنین عمل ننمایم.
10περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαοὺλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ.
10تا سلطنت را از خاندان شاول نقل نموده، کرسی داود را بر اسرائیل و یهودا از دان تا بئرشبع پایدار گردانم.»
11Καὶ οὐκ ἠδυνάσθη ἔτι Ἰεβοσθὲ ἀποκριθῆναι τῷ Ἀβεννὴρ ῥῆμα, ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.
11و او دیگر نتوانست در جواب ابنیر سخنی گوید زیرا که از او می‌ترسید.
12Καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα, λέγων, διάθου διαθήκην σου μετʼ ἐμοῦ, καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ.
12پس ابنیر در آن حین قاصدان نزد داودفرستاده، گفت: «این زمین مال کیست؟ و گفت تو بامن عهد ببند و اینک دست من با تو خواهد بود تاتمامی اسرائیل را به سوی تو برگردانم.»
13Καὶ εἶπε Δαυὶδ, καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην· πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, λέγων, οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου.
13اوگفت: «خوب، من با تو عهد خواهم بست ولیکن یک چیز از تو می‌طلبم و آن این است که روی مرانخواهی دید، جز اینکه اول چون برای دیدن روی من بیایی میکال، دختر شاول را بیاوری.»
14Καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς Ἰεβοσθὲ υἱον Σαοὺλ ἀγγέλους, λέγων, ἀπόδος μοι τῆν γυναῖκά μου τὴν Μελχὸλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων.
14پس داود رسولان نزد ایشبوشت بن شاول فرستاده، گفت: «زن من، میکال را که برای خود به صد قلفه فلسطینیان نامزد ساختم، نزد من بفرست.»
15Καὶ ἀπέστειλεν Ἰεβοσθὲ, καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς.
15پس ایشبوشت فرستاده، او را از نزد شوهرش فلطئیل بن لایش گرفت.
16Καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετʼ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπε πρὸς αὐτὸν Ἀβεννὴρ, πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψε.
16و شوهرش همراهش رفت و در عقبش تا حوریم گریه می‌کرد. پس ابنیر وی را گفت: «برگشته، برو.» و اوبرگشت.
17Καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ, λέγων, χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφʼ ὑμᾶς.
17و ابنیر با مشایخ اسرائیل تکلم نموده، گفت: «قبل از این داود را می‌طلبیدید تا بر شماپادشاهی کند.
18Καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ, λέγων, ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων, καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν.
18پس الان این را به انجام برسانیدزیرا خداوند درباره داود گفته است که به وسیله بنده خود، داود، قوم خویش، اسرائیل را از دست فلسطینیان و از دست جمیع دشمنان ایشان نجات خواهم داد.»
19Καὶ ἐλάλησεν Ἀβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν· καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ἰσραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν.
19و ابنیر به گوش بنیامینیان نیزسخن گفت. و ابنیر هم به حبرون رفت تا آنچه راکه در نظر اسرائیل و در نظر تمامی خاندان بنیامین پسند آمده بود، به گوش داود بگوید.
20Καὶ ἦλθεν Ἀβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν, καὶ μετʼ αὐτοῦ εἴκοσι ἄνδρες· καὶ ἐποίησε Δαυὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετʼ αὐτοῦ πότον.
20پس ابنیر بیست نفر با خود برداشته، نزدداود به حبرون آمد و داود به جهت ابنیر ورفقایش ضیافتی برپا کرد.
21Καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυὶδ, ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραὴλ· καὶ διαθήσομαι μετʼ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. Καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἀβεννὴρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ.
21و ابنیر به داود گفت: «من برخاسته، خواهم رفت و تمامی اسرائیل رانزد آقای خود، پادشاه، جمع خواهم آورد تا با توعهد ببندند و به هر‌آنچه دلت می‌خواهد سلطنت نمایی. پس داود ابنیر را مرخص نموده، او به سلامتی برفت.
22Καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ Ἰωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθʼ ἑαυτῶν· καὶ Ἀβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρὼν, ὅτι ἀπεστάλκει αὐτὸν, καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.
22و ناگاه بندگان داود و یوآب از غارتی بازآمده، غنیمت بسیار با خود آوردند. و ابنیر با داوددر حبرون نبود زیرا وی را رخصت داده، و او به سلامتی رفته بود.
23Καὶ Ἰωὰβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ, λέγοντες, ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυὶδ, καὶ ἀπέσταλκεν αὐτὸν, καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.
23و چون یوآب و تمامی لشکری که همراهش بودند، برگشتند، یوآب راخبر داده، گفتند که «ابنیر بن نیر نزد پادشاه آمد واو را رخصت داده و به سلامتی رفت.»
24Καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ εἶπε, τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σὲ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν, καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ;
24پس یوآب نزد پادشاه آمده، گفت: «چه کردی! اینک ابنیر نزد تو آمد. چرا او را رخصت دادی و رفت؟
25Ἢ οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νὴρ, ὅτι ἀπατῆσαί σε παρεγένετο, καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου, καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς;
25ابنیر بن نیر را می‌دانی که او آمد تا تو را فریب دهد و خروج و دخول تو را بداند و هر کاری را که می‌کنی دریافت کند.»
26Καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυὶδ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειρὰμ· καὶ Δαυὶδ οὐκ ᾔδει.
26و یوآب از حضور داود بیرون رفته، قاصدان در عقب ابنیر فرستاد که او را از چشمه سیره بازآوردند اما داود ندانست.
27Καὶ ἐπέστρεψε τὸν Ἀβεννὴρ εἰς Χεβρὼν, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν, ἐνεδρεύων· καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ.
27و چون ابنیربه حبرون برگشت، یوآب او را در میان دروازه به کنار کشید تا با او به خفیه سخن گوید و به‌سبب خون برادرش عسائیل به شکم او زد که مرد.
28Καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα, καὶ εἶπεν, ἀθῶός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ.
28وبعد از آن چون داود این را شنید، گفت: «من وسلطنت من به حضور خداوند از خون ابنیر بن نیرتا به ابد بری هستیم.
29Καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονοῤῥυὴς, καὶ λεπρὸς, καὶ κρατῶν σκυτάλης, καὶ πίπτων ἐν ῥομφαίᾳ, καὶ ἐλασσούμενος ἄρτοις.
29پس بر سر یوآب و تمامی خاندان پدرش قرار گیرد و کسی‌که جریان وبرص داشته باشد و بر عصا تکیه کند و به شمشیربیفتد و محتاج نان باشد، از خاندان یوآب منقطع نشود.»
30Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν Ἀβεννὴρ, ἀνθʼ ὧν ἐθανάτωσε τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαὼν, ἐν τῷ πολέμῳ.
30و یوآب و برادرش ابیشای، ابنیر راکشتند، به‌سبب این که برادر ایشان، عسائیل را درجبعون در جنگ کشته بود.
31Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ, διαῤῥήξατε τὰ ἱμάτια ὑμῶν, καὶ περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐνώπιον Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.
31و داود به یوآب و تمامی قومی که همراهش بودند، گفت: «جامه خود را بدرید وپلاس بپوشید و برای ابنیر نوحه کنید.» و داودپادشاه در عقب جنازه رفت.
32Καὶ θάπτουσι τὸν Ἀβεννὴρ ἐν Χεβρών· καὶ ᾖρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς ὁ λαὸς ἐπὶ Ἀβεννήρ.
32و ابنیر را درحبرون دفن کردند و پادشاه آواز خود را بلندکرده، نزد قبر ابنیر گریست و تمامی قوم گریه کردند.
33Καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Ἀβεννὴρ, καὶ εἶπεν, εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ;
33و پادشاه برای ابنیر مرثیه خوانده، گفت: «آیا باید ابنیر بمیرد به طوری که شخص احمق می‌میرد.
34Αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας· καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν.
34دستهای تو بسته نشد وپایهایت در زنجیر گذاشته نشد. مثل کسی‌که پیش شریران افتاده باشد افتادی.» پس تمامی قوم بار دیگر برای او گریه کردند.
35Καὶ ἦλθε πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας· καὶ ὤμοσε Δαυὶδ, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσομαι ἄρτου ἢ ἀπὸ παντὸς τινός.
35و تمامی قوم چون هنوز روز بود آمدند تا داود را نان بخوراننداما داود قسم خورده، گفت: «خدا به من مثل این بلکه زیاده از این بکند اگر نان یا چیز دیگر پیش ازغروب آفتاب بچشم.»
36Καὶ ἔγνω πᾶς ὁ λαὸς, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ.
36و تمامی قوم ملتفت شدند و به نظر ایشان پسند آمد. چنانکه هر‌چه پادشاه می‌کرد، در نظر تمامی قوم پسند می‌آمد.
37Καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ.
37و جمیع قوم و تمامی اسرائیل در آن روزدانستند که کشتن ابنیر بن نیر از پادشاه نبود.
38Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ, οὐκ οἴδατε, ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ;
38وپادشاه به خادمان خود گفت: «آیا نمی دانید که سروری و مرد بزرگی امروز در اسرائیل افتاد؟
39Καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον, καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουίας σκληρότεροί μου εἰσίν· ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.
39و من امروز با آنکه به پادشاهی مسح شده‌ام ضعیف هستم و این مردان، یعنی پسران صرویه ازمن تواناترند. خداوند عامل شرارت را بر‌حسب شرارتش جزا دهد.»

Tip: use the ← and → keys to turn chapters.