ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β
Chapter 2
Septuagint (Brenton Gree…
vs Berean Standard Bi…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 2

Septuagint (Brenton Greek text, with Apocrypha)
Berean Standard Bible
1Καὶ συνήγαγε Σαλωμὼν ἑβδομήκοντα χιλιάδας ἀνδρῶν νωτοφόρων, καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπʼ αὐτῶν τρισχίλιοι ἑξακόσιοι.
1Now Solomon purposed to build a house for the Name of the LORD and a royal palace for himself.
2Καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ βασιλέα Τύρου, λέγων, ὡς ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου, καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,
2So he conscripted 70,000 porters, 80,000 stonecutters in the mountains, and 3,600 supervisors.
3καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾷν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διαπαντὸς, καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διαπαντὸς τοπρωῒ καὶ τοδείλης, καὶ ἐν τοῖς σαββάτοις, καὶ ἐν ταῖς νουμηνίαις, καὶ ἐν ταῖς ἑορταῖς τοῦ Κυρίου Θεοῦ ἡμῶν· εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ἰσραήλ.
3Then Solomon sent word to Hiram king of Tyre: “Do for me as you did for my father David when you sent him cedars to build himself a house to live in.
4Καὶ ὁ οἶκος ὃν ἐγὼ οἰκοδομῶ, μέγας, ὅτι μέγας Κύριος ὁ Θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς.
4Behold, I am about to build a house for the Name of the LORD my God to dedicate to Him for burning fragrant incense before Him, for displaying the showbread continuously, and for making burnt offerings every morning and evening as well as on the Sabbaths, New Moons, and appointed feasts of the LORD our God. This is ordained for Israel forever.
5Καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι ὁ οὐρανὸς, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσι τὴς δόξαν αὐτοῦ· καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλʼ ἢ τοῦ θυμιᾷν κατέναντι αὐτοῦ.
5The house that I am building will be great, for our God is greater than all gods.
6Καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ, καὶ ἐν τῷ ἀργυρίῳ, καὶ ἐν τῷ χαλκῷ, καὶ ἐν τῷ σιδήρῳ, καὶ ἐν τῇ πορφύρᾳ, καὶ ἐν τῷ κοκκίνῳ, καὶ ἐν τῇ ὑακίνθῳ, καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετʼ ἐμοῦ ἐν Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ, ἃ ἡτοίμασε Δαυὶδ ὁ πατήρ μου.
6But who is able to build a house for Him, since the heavens, even the highest heavens, cannot contain Him? Who then am I, that I should build a house for Him, except as a place to burn sacrifices before Him?
7Καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασι κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου
7Send me, therefore, a craftsman skilled in engraving to work with gold and silver, with bronze and iron, and with purple, crimson, and blue yarn. He will work with my craftsmen in Judah and Jerusalem, whom my father David provided.
8πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος ὃν ἐγὼ οἰκοδομῶ μέγας καὶ ἔνδοξος.
8Send me also cedar, cypress, and algum logs from Lebanon, for I know that your servants have skill to cut timber there. And indeed, my servants will work with yours
9Καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσι ξύλα, εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισί σου κόρων πυροῦ εἴκοσι χιλιάδας, καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας, καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας, καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.
9to prepare for me timber in abundance, because the temple I am building will be great and wonderful.
10Καὶ εἶπε Χιρὰμ βασιλεὺς Τύρου ἐν γραφῇ, καὶ ἀνέστειλε πρὸς Σαλωμὼν, λέγων, ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν λαὸν αὐτοῦ, ἔδωκέ σε ἐπʼ αὐτοὺς βασιλέα.
10I will pay your servants, the woodcutters, 20,000 cors of ground wheat, 20,000 cors of barley, 20,000 baths of wine, and 20,000 baths of olive oil.”
11Καὶ εἶπε Χιρὰμ, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκε τῷ Δαυὶδ τῷ βασιλεῖ υἱὸν σοφὸν, καὶ ἐπιστάμενον ἐπιστήμην καὶ σύνεσιν, ὃς οἰκοδομήσει οἶκον τῷ Κυρίῳ, καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.
11Then Hiram king of Tyre wrote a letter in reply to Solomon: “Because the LORD loves His people, He has set you over them as king.”
12Καὶ νῦν ἀπέστειλά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν Χιρὰμ τὸν πατέρα μου,
12And Hiram added: “Blessed be the LORD, the God of Israel, who made the heavens and the earth! He has given King David a wise son with insight and understanding, who will build a temple for the LORD and a royal palace for himself.
13ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δὰν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, εἰδότα ποιῆσαι ἐν χρυσίῳ, καὶ ἐν ἀργυρίῳ, καὶ ἐν χαλκῷ, καὶ ἐν σιδήρῳ, καὶ ἐν λίθοις καὶ ξύλοις, καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ, καὶ ἐν τῇ ὑακίνθῳ, καὶ ἐν τῇ βύσσῳ, καὶ ἐν τῷ κοκκίνῳ, καὶ γλύψαι γλυφὰς, καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ μετὰ τῶν σοφῶν σου, καὶ σοφῶν Δαυὶδ κυρίου μου πατρός σου.
13So now I am sending you Huram-abi, a skillful man endowed with creativity.
14Καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν, καὶ τὸ ἔλαιον, καὶ τὸν οἶνον ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ.
14He is the son of a woman from the daughters of Dan, and his father is a man of Tyre. He is skilled in work with gold and silver, bronze and iron, stone and wood, purple, blue, and crimson yarn, and fine linen. He is experienced in every kind of engraving and can execute any design that is given him. He will work with your craftsmen and with those of my lord, your father David.
15Καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου, καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ἰόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ἱερουσαλήμ.
15Now let my lord send to his servants the wheat, barley, olive oil, and wine he promised.
16Καὶ συνήγαγε Σαλωμὼν πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους τοὺς ἐν γῇ Ἰσραὴλ μετὰ τὸν ἀριθμὸν ὃν ἠρίθμησεν αὐτοὺς Δαυὶδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.
16We will cut logs from Lebanon, as many as you need, and we will float them to you as rafts by sea down to Joppa. Then you can take them up to Jerusalem.”
17Καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων, καὶ ὀγδοήκοντα χιλιάδας λατόμων, καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.
17Solomon numbered all the foreign men in the land of Israel following the census his father David had conducted, and there were found to be 153,600 in all.
no verse 18 in this text
18Solomon made 70,000 of them porters, 80,000 stonecutters in the mountains, and 3,600 supervisors.

Tip: use the ← and → keys to turn chapters.