ΒΑΣΙΛΕΙΩΝ Γ
Chapter 3
Septuagint (Brenton Gree…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Γ 3

Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
no verse 1 in this text
1ソロモンはエジプトの王ファラオと縁組みし、ファラオの娘をめとった。そして、彼自身の家、主の家、およびエルサレムの周囲の城壁を建て終えるまで、彼女をダビデの町に住まわせた。
2Πλὴν ὁ λαὸς ἦσαν θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ Κυρίῳ ἕως τοῦ νῦν.
2そのころまで、主の御名のために建てられた家がなかったので、民はただ高き所でいけにえをささげていた。
3Καὶ ἠγάπησε Σαλωμὼν τὸν Κύριον πορεύεσθαι ἐν τοῖς προστάγμασι Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυε καὶ ἐθυμία.
3ソロモンは父ダビデの定めに歩み、主を愛した。ただ、彼は高き所でいけにえをささげ、香をたいていた。
4Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη, καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών.
4王はいけにえをささげるためにギベオンへ行った。そこが主要な高き所であったからである。ソロモンはその祭壇に一千の全焼のささげ物をささげた。
5Καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπε Κύριος πρὸς Σαλωμὼν, αἴτησαί τι αἴτημα σεαυτῷ.
5ギベオンで、主は夜の夢の中でソロモンに現れた。神は言われた。「あなたに何を与えようか。願いなさい。」
6Καὶ εἶπε Σαλωμὼν, σὺ ἐποιήσας μετὰ τοῦ δούλου σου Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ, καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο, δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη.
6ソロモンは言った。「あなたのしもべであるわたしの父ダビデが、真実と義と、あなたに対する心のまっすぐさをもってあなたの御前を歩んだので、あなたは彼に大いなる慈しみを示されました。あなたは彼のためにこの大いなる慈しみを保ち、今日あるように、彼の王座に座る息子を彼にお与えになりました。
7Καὶ νῦν, Κύριε ὁ Θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυὶδ τοῦ πατρός μου· καὶ ἐγώ εἰμι παιδάριον μικρὸν, καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου.
7今、わたしの神、主よ、あなたは父ダビデの代わりに、あなたのしもべを王とされました。しかしわたしは小さな子どもにすぎず、どのように出入りすればよいのかを知りません。
8Ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω, λαὸν πολὺν, ὃς οὐκ ἀριθμηθήσεται.
8あなたのしもべは、あなたがお選びになった民のただ中にいます。彼らは大きな民で、あまりに多く、数えることもできません。
9Καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοῦ συνιεῖν ἀναμέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνηθήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;
9どうか、あなたの民をさばき、善と悪を見分けることのできる、聞き分ける心をしもべにお与えください。そうでなければ、だれがこの大きな民をさばくことができるでしょうか。」
10Καὶ ἤρεσεν ἐνώπιον Κυρίου, ὅτι ᾐτῄσατο Σαλωμὼν τὸ ῥῆμα τοῦτο.
10ソロモンがこのことを願ったので、その願いは主の御心にかなった。
11Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, ἀνθʼ ὧν ᾐτήσω παρʼ ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ᾐτήσω σεαυτῷ ἡμέρας πολλὰς, καὶ οὐκ ᾐτήσω πλοῦτον, οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλʼ ᾐτήσω σεαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα,
11神は彼に言われた。「あなたがこのことを願い、自分のために長寿も富も求めず、敵のいのちも求めず、正しいさばきを聞き分ける知恵を求めたので、
12ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι.
12見よ、わたしはあなたの願いどおりにする。あなたに知恵と悟りのある心を与える。あなたの前にもあなたのような者はなく、あなたの後にもあなたのような者は起こらない。
13Καὶ ἃ οὐκ ᾐτήσω δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσι.
13わたしはまた、あなたが求めなかったもの、すなわち富と誉れをもあなたに与えた。そのため、あなたの生涯にわたり、王たちの中にあなたのような者はいないであろう。
14Καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου.
14もしあなたが、あなたの父ダビデが歩んだように、わたしの掟と戒めを守ってわたしの道を歩むなら、わたしはあなたの日々を長くする。」
15Καὶ ἐξυπνίσθη Σαλωμὼν, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ἱερουσαλήμ, καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης Κυρίου ἐν Σιὼν, καὶ ἀνήγαγεν ὁλοκαυτώσεις, καὶ ἐποίησεν εἰρηνικὰς, καὶ ἐποίησε πότον μέγαν ἑαυτῷ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ.
15ソロモンが目を覚ますと、それは夢であった。彼はエルサレムに戻り、主の契約の箱の前に立って、全焼のささげ物と和解のいけにえをささげ、すべての家臣のために宴を催した。
16Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ ἔστησαν ἐνώπιον αὐτοῦ.
16その後、二人の遊女が王のところに来て、彼の前に立った。
17Καὶ εἶπεν ἡ γυνὴ ἡ μία, ἐν ἐμοὶ κύριε, ἐγὼ καὶ ἡ γυνὴ αὕτη ᾠκοῦμεν ἐν οἴκῳ ἑνί, καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ.
17一人の女が言った。「ああ、わが君。わたしとこの女は同じ家に住んでいます。わたしは彼女と家にいる間に子どもを産みました。
18Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, ἔτεκε καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό· καὶ οὐκ ἔστιν οὐθεὶς μεθʼ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ.
18わたしが産んでから三日目に、この女も子どもを産みました。われわれは一緒にいました。われわれ二人のほかに、家の中には見知らぬ人はだれもいませんでした。
19Καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπʼ αὐτόν.
19この女の子どもは夜に死にました。彼女がその子の上に寝てしまったからです。
20Καὶ ἀνέστη μέσης τῆς νυκτὸς, καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου, καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου.
20彼女は真夜中に起き上がり、このはしためが眠っている間に、わたしのそばからわたしの息子を取り、自分のふところに寝かせ、自分の死んだ子どもをわたしのふところに寝かせました。
21Καὶ ἀνέστην τοπρωῒ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωῒ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὃν ἔτεκον.
21わたしが自分の子どもに乳を飲ませようと朝起きてみると、子どもは死んでいました。しかし、朝になってよく見ると、それはわたしが産んだ息子ではありませんでした。」
22Καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα, οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς· καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως.
22もう一人の女は言った。「いいえ、生きているのがわたしの息子で、死んでいるのがあなたの息子です。」 この女は言った。「いいえ、死んでいるのがあなたの息子で、生きているのがわたしの息子です。」このように、二人は王の前で言い争った。
23Καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς, σὺ λέγεις, οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς· καὶ σὺ λέγεις, οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς.
23そこで王は言った。「一人は『生きているのがわたしの息子で、あなたの息子は死んでいる者だ』と言い、もう一人は『いいえ、あなたの息子が死んでいる者で、わたしの息子が生きている者だ』と言っている。」
24Καὶ εἶπεν ὁ βασιλεύς, λάβετε μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως.
24王は言った。「わたしに剣を持って来なさい。」彼らは王の前に剣を持って来た。
25Καὶ εἶπεν ὁ βασιλεύς, διέλετε τὸ παιδίον τὸ ζῶν τὸ θηλάζον εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ.
25王は言った。「生きている子どもを二つに切り分け、半分を一方に、残りの半分をもう一方に与えよ。」
26Καὶ ἀπεκρίθη ἡ γυνὴ ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπε πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν, ἐν ἐμοὶ κύριε, δότε αὐτῇ τὸ παιδίον, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· καὶ αὕτη εἶπε, μήτε ἐμοὶ, μήτε αὐτῇ ἔστω, διέλετε.
26すると、生きている子の母親は、息子を思う情がこみ上げ、王に言った。「ああ、わが君。生きている子をあの女に与えてください。決して殺さないでください!」 しかし、もう一人は言った。「それはわたしのものでもあなたのものでもない。それを切り分けよ。」
27Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε, δότε τὸ παιδίον τῇ εἰπούσῃ, δότε αὐτῇ αὐτὸ, καὶ θανάτῳ μὴ θανατώσητε αὐτὸ, αὕτη ἡ μήτηρ αὐτοῦ.
27すると王は答えた。「生きている子を最初の女に与えよ。決して殺してはならない。彼女がその母親である。」
28Καὶ ἤκουσαν πᾶς Ἰσραὴλ τὸ κρίμα τοῦτο ὃ ἔκρινεν ὁ βασιλεὺς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.
28全イスラエルは王の下したさばきを聞いて、王を畏れた。正しいさばきを行う神の知恵が彼のうちにあることを見たからである。

Tip: use the ← and → keys to turn chapters.