2 Samuel 8
JPS Tanakh (Jewish Publication Society, 1917)
Septuagint (Greek Old Testament), second edition
1And after this it came to pass, that David smote the Philistines, and subdued them; and David took Metheg-ammah out of the hand of the Philistines.
1ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβε Δαυὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.
2And he smote Moab, and measured them with the line, making them to lie down on the ground; and he measured two lines to put to death, and one full line to keep alive. And the Moabites became servants to David, and brought presents.
2καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε, καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια.
3David smote also Hadadezer the son of Rehob, king of Zobah, as he went to establish his dominion at the river Euphrates.
3καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ υἱὸν Ραάβ, βασιλέα Σουβά, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπί τὸν ποταμὸν Εὐφράτην.
4And David took from him a thousand and seven hundred horsemen, and twenty thousand footmen; and David houghed all the chariot horses, but reserved of them for a hundred chariots.
4καὶ προκατελάβετο Δαυὶδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτά χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα.
5And when the Arameans of Damascus came to succour Hadadezer king of Zobah, David smote of the Arameans two and twenty thousand men.
5καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν.
6Then David put garrisons in Aram of Damascus; and the Arameans became servants to David, and brought presents. And the LORD gave victory to David whithersoever he went.
6καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια. καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
7And David took the shields of gold that were on the servants of Hadadezer, and brought them to Jerusalem.
7καὶ ἔλαβε Δαυὶδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Ἀδρααζὰρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἱερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἱερουσαλὴμ ἐν ἡμέραις Ροβοὰμ υἱοῦ Σολομῶντος.
8And from Betah and from Berothai, cities of Hadadezer, king David took exceeding much brass.
8καὶ ἐκ τῆς Μασβὰκ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἀδρααζὰρ ἔλαβεν ὁ βασιλεὺς Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησε Σολομῶν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.
9And when Toi king of Hamath heard that David had smitten all the host of Hadadezer,
9καὶ ἤκουσε Θοοὺ ὁ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξε Δαυὶδ πᾶσαν τὴν δύναμιν Ἀδρααζάρ,
10then Toi sent Joram his son unto king David, to salute him, and to bless him — because he had fought against Hadadezer and smitten him; for Hadadezer had wars with Toi — and he brought with him vessels of silver, and vessels of gold, and vessels of brass.
10καὶ ἀπέστειλε Θοοὺ Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἀδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀντικείμενος ἦν τῷ Ἀδρααζάρ, καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ.
11These also did king David dedicate unto the LORD, with the silver and gold that he dedicated of all the nations which he subdued:
11καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου, οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων, ὧν κατεδυνάστευσεν,
12of Aram, and of Moab, and of the children of Ammon, and of the Philistines, and of Amalek, and of the spoil of Hadadezer, son of Rehob, king of Zobah.
12ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ τῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἀδρααζὰρ υἱοῦ Ραὰβ βασιλέως Σουβά.
13And David got him a name when he returned from smiting the Arameans in the Valley of Salt, even eighteen thousand men.
13καὶ ἐποίησε Δαυὶδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξε τὴν Ἰδουμαίαν ἐν Γεβελὲμ εἰς ὀκτωκαίδεκα χιλιάδας.
14And he put garrisons in Edom; throughout all Edom put he garrisons, and all the Edomites became servants to David. And the LORD gave victory to David whithersoever he went.
14καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ Ἰδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
15And David reigned over all Israel; and David executed justice and righteousness unto all his people.
15καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ. καὶ ἦν Δαυὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ.
16And Joab the son of Zeruiah was over the host; and Jehoshaphat the son of Ahilud was recorder;
16καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιὰδ ἐπὶ τῶν ὑπομνημάτων,
17and Zadok the son of Ahitub, and Ahimelech the son of Abiathar, were priests; and Seraiah was scribe;
17καὶ Σαδοὺκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς,
18and Benaiah the son of Jehoiada was over the Cherethites and the Pelethites; and David's sons were chief ministers.
18καὶ Βαναίας υἱὸς Ἰωδαὲ σύμβουλος, καὶ ὁ Χελεθθὶ καὶ ὁ Φελεττί· καὶ οἱ υἱοὶ Δαυὶδ αὐλάρχαι ἦσαν.
Tip: use the ← and → keys to turn chapters.