ルツ 2
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1ナオミには、夫の親族で、エリメレクの一族に属する有力な資産家がいた。その名はボアズであった。
1Καὶ τῇ Νωεμὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς, ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύϊ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοόζ.
2モアブの女ルツはナオミに言った。「どうか畑へ行かせてください。だれかの好意を得られるなら、その人の後について落ち穂を拾いたいのです。」 ナオミは言った。「行っておいで、娘よ。」
2Καὶ εἶπε Ῥοὺθ ἡ Μωαβίτις πρὸς Νωεμὶν, πορεῦθω δὴ εἰς ἀγρὸν, καὶ συνάξω ἐν τοῖς στάχυσι κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπε δὲ αὐτῇ, πορεύου, θύγατερ.
3ルツは出て行き、刈り取る者たちの後について畑で落ち穂を拾った。たまたま彼女が入った畑の一画は、エリメレクの一族であるボアズのものであった。
3Καὶ ἐπορεύθη· καὶ ἐλθοῦσα συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθε τῶν θεριζόντων· καὶ περιέπεσε περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοὸζ, τοῦ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ.
4ちょうどその時、ボアズがベツレヘムからやって来て、刈り取る者たちに言った。「主があなたがたとともにおられるように。」 彼らは答えた。「主があなたを祝福されるように。」
4Καὶ ἰδοὺ Βοὸζ ἦλθεν ἐκ Βηθλεὲμ, καὶ εἶπε τοῖς θερίζουσι, Κύριος μεθʼ ὑμῶν· καὶ εἶπον αὐτῷ, εὐλογήσαι σε Κύριος.
5ボアズは刈り取る者たちを監督していた若者に尋ねた。「あの若い女は、どこの者か。」
5Καὶ εἶπε Βοὸζ τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας, τίνος ἡ νεᾶνις αὕτη;
6監督していた若者は答えた。「ナオミと一緒にモアブの地から帰って来た、あのモアブの若い女です。
6Καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας, καὶ εἶπεν, ἡ παῖς ἡ Μωαβίτις ἐστὶν ἡ ἀποστραφεῖσα μετὰ Νωεμὶν ἐξ ἀγροῦ Μωάβ·
7『どうか、刈り取る者たちの後について、束の間から落ち穂を拾い集めさせてください』と言いました。朝から今まで働き続け、小屋でほんの少し休んだだけです。」
7Καὶ εἶπε, συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθε καὶ ἔστη ἀπὸ πρωΐθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν.
8そこでボアズはルツに言った。「よく聞きなさい、娘よ。落ち穂を拾いにほかの畑へ行ってはならない。ここを離れず、私の若い女たちのそばにいなさい。
8Καὶ εἶπε Βοὸζ πρὸς Ῥοὺθ, οὐκ ἤκουσας θύγατερ; μὴ πορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ· καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν, ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου.
9彼女たちが刈り取る畑をよく見て、その後について行きなさい。若者たちには、あなたに手を出さないよう命じてある。喉が渇いたら水がめのところへ行き、若者たちが汲んだ水を飲みなさい。」
9Οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρὸν οὗ ἐὰν θερίζωσι, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψασθαί σου· καὶ ὅτε διψήσεις καὶ πορευθήσῃ εἰς τὰ σκεύη, καὶ πίεσαι ὅθεν ἐὰν ὑδρεύωνται τὰ παιδάρια.
10ルツは地にひれ伏して礼をし、言った。「私は異国の者ですのに、なぜこれほど好意を示し、私のことを気にかけてくださるのですか。」
10Καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε πρὸς αὐτὸν, τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με, καὶ ἐγώ εἰμι ξένη;
11ボアズは答えた。「夫を亡くしてから、あなたがしゅうとめに尽くしてきたこと、父と母、生まれ故郷を離れ、以前には知らなかった民のもとへ来たことは、すべて聞いています。
11Καὶ ἀπεκρίθη Βοὸζ, καὶ εἶπεν αὐτῇ, ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου· καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ τὴν γῆν γενέσεώς σου, καὶ ἐπορεύθης πρὸς λαὸν ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης.
12主があなたの行いに報いてくださるように。あなたが御翼の下に避け所を求めて来たイスラエルの神、主から、十分な報いを受けるように。」
12Ἀποτίσαι Κύριος τὴν ἐργασίαν σου· γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου Θεοῦ Ἰσραὴλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ.
13ルツは言った。「わが主よ、これからも御好意をいただけますように。私はあなたに仕える女たちの一人にも及びませんのに、あなたは私を慰め、このしもべに優しく語りかけてくださいました。」
13Ἡ δὲ εἶπεν, εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριε, ὅτι παρεκάλεσάς με, καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.
14食事の時、ボアズは彼女に言った。「ここへ来てパンを食べ、その一切れを酢に浸しなさい。」 ルツが刈り取る者たちのそばに座ると、ボアズは炒り麦を渡した。彼女は食べて満腹になり、なお残った。
14Καὶ εἶπεν αὐτῇ Βοὸζ, ἤδη ὥρα τοῦ φαγεῖν, πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων, καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει· καὶ ἐκάθισε Ῥοὺθ ἐκ πλαγίων τῶν θεριζόντων· καὶ ἐβούνισεν αὐτῇ Βοὸζ ἄλφιτον, καὶ ἔφαγε καὶ ἐνεπλήσθη καὶ κατέλιπε,
15彼女が再び落ち穂を拾いに立つと、ボアズは若者たちに命じた。「束の間でも拾わせ、とがめてはならない。
15Καὶ ἀνέστη τοῦ συλλέγειν· καὶ ἐνετείλατο Βοὸζ τοῖς παιδαρίοις αὐτοῦ, λέγων, καί γε ἀναμέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν·
16束から穂を少し抜き出して、彼女のために残しておきなさい。彼女に拾わせ、叱ってはならない。」
16Καὶ βαστάζοντες βαστάσατε αὐτῇ, καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων, καὶ φάγεται, καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ.
17ルツは夕方まで畑で落ち穂を拾った。拾い集めた穂を打ち落とすと、大麦は約一エパ になった。
17Καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας, καὶ ἐῤῥάβδισεν ἃ συνέλεξε, καὶ ἐγενήθη ὡς οἰφὶ κριθῶν.
18彼女はそれを担いで町へ戻った。しゅうとめは彼女が拾い集めたものを見た。ルツはまた、満腹になった後に残しておいた食べ物を取り出して、しゅうとめに渡した。
18Καὶ ᾖρε καὶ εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξε· καὶ ἐξενέγκασα Ῥοὺθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν ἐξ ὧν ἐνεπλήσθη.
19しゅうとめは尋ねた。「今日はどこで落ち穂を拾ったのですか。どこで働いたのですか。あなたを気にかけてくれた人が祝福されますように。」 ルツは働いた相手のことをしゅうとめに話し、「今日働かせていただいた方の名はボアズです」と言った。
19Καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς, ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ὁ ἐπιγνούς σε εὐλογημένος· καὶ ἀνήγγειλε Ῥοὺθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησε, καὶ εἶπε, τὸ ὄνομα τοῦ ἀνδρὸς μεθʼ οὗ ἐποίησα σήμερον Βοόζ.
20ナオミは嫁に言った。「生きている者にも死んだ者にも、その慈しみを惜しまれない主が、その人を祝福してくださいますように。」さらにナオミは言った。「その人は私たちの近い親族で、私たちを贖う権利を持つ近親者の一人です。」
20Εἶπε δὲ Νωεμὶν τῇ νύμφῃ αὐτῆς, εὐλογητός ἐστι τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπε τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων· καὶ εἶπεν αὐτῇ Νωεμὶν, ἐγγίζει ἡμῖν ὁ ἀνὴρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι.
21モアブの女ルツは言った。「そればかりではありません。『私の収穫がすべて終わるまで、私の若者たちのそばにいなさい』とも言われました。」
21Καὶ εἶπε Ῥοὺθ πρὸς τὴν πενθερὰν αὐτῆς, καί γε ὅτι εἶπε πρὸς μέ, μετὰ τῶν κορασίων τῶν ἐμῶν προσκολλήθητι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητὸν ὃς ὑπάρχει μοι.
22ナオミは嫁のルツに言った。「娘よ、あの方の若い女たちと一緒に出かけるのがよいでしょう。ほかの畑で危害を受けずに済みます。」
22Καὶ εἶπε Νωεμὶν πρὸς Ῥοὺθ τὴν νύμφην αὐτῆς, ἀγαθὸν θύγατερ, ὅτι ἐξῆλθες μετὰ τῶν κορασίων αὐτου, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ.
23こうしてルツはボアズの若い女たちのそばにいて、大麦と小麦の収穫が終わるまで落ち穂を拾った。そして、しゅうとめと一緒に暮らした。
23Καὶ προσεκολλήθη Ῥοὺθ τοῖς κορασίοις τοῦ Βοὸζ τοῦ συλλέγειν, ἕως τοῦ συντελέσαι τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν.
Tip: use the ← and → keys to turn chapters.