黙示録 18
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament: Textus Receptus
1その後、別の御使いが大きな権威を持って天から下って来るのを見た。地はその栄光によって照らされた。
1Καὶ μετὰ ταῦτα εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην· καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
2御使いは力強い声で叫んだ。「倒れた。大バビロンは倒れた。悪霊の住みか、あらゆる汚れた霊の牢獄、あらゆる汚れた憎むべき鳥の牢獄となった。
2Καὶ ἔκραξεν ἐν ἰσχύϊ, φωνῇ μεγάλῃ, λέγων, Ἔπεσεν ἔπεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου.
3すべての国民が、彼女の淫行に対する怒りのぶどう酒を飲み、地上の王たちは彼女と淫行を行い、地上の商人たちは彼女のあふれるぜいたくによって富んだからである。」
3Ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκε πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾿ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4また、天から別の声がこう言うのを聞いた。「わたしの民よ、彼女から出て来なさい。彼女の罪をともにせず、彼女の災害を受けないためである。
4Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, Ἐξέλθετε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἵνα μὴ λάβητε ἐκ τῶν πληγῶν αὐτῆς·
5彼女の罪は天にまで達し、神は彼女の不義を覚えられた。
5ὅτι ἠκολούθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
6彼女が報いたとおりに彼女に報い、その行いに応じて二倍にして返しなさい。彼女が混ぜた杯には、二倍の量を混ぜて返しなさい。
6Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε κεράσατε αὐτῇ διπλοῦν.
7彼女が自らを誇り、放縦に暮らした分だけ、苦しみと悲しみを与えなさい。彼女は心の中で、『私は女王として座っている。やもめではない。決して悲しみを見ることはない』と言っているからである。
7Ὅσα ἐδόξασεν ἑαυτὴν καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος· ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω.
8それゆえ、一日のうちに、死と悲しみと飢饉という災害が彼女を襲い、彼女は火で完全に焼き尽くされる。彼女を裁かれる主なる神は力強い方だからである。
8Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίνων αὐτήν.
9彼女と淫行を行い、放縦に暮らした地上の王たちは、彼女が焼かれる煙を見ると、彼女のために泣き、嘆き悲しむ。
9Καὶ κλαύσονται αὐτήν, καὶ κόψονται ἐπ᾿ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾿ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10彼女の苦しみを恐れて遠く離れて立ち、こう言う。『災いだ。災いだ。大きな都、力ある都バビロンよ。あなたへの裁きは、わずか一時間で来た。』
10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι ἐν μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11地上の商人たちも彼女のために泣き、悲しむ。もはや彼らの商品を買う者がいないからである。
11Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσι καὶ πενθοῦσιν ἐπ᾿ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι·
12その商品とは、金、銀、宝石、真珠、上質の亜麻布、紫布、絹、緋色の布、あらゆる高価な木材、象牙で作ったあらゆる器、最も高価な木材や青銅、鉄、大理石で作ったあらゆる器、
12γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαρίτου, καὶ βύσσου, καὶ πορφύρας, καὶ σηρικοῦ, καὶ κοκκίνου· καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου·
13また、肉桂、香、香料、乳香、ぶどう酒、オリーブ油、上等な小麦粉、小麦、牛、羊、馬、馬車、人の体、さらに人の命である。
13καὶ κινάμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ κτήνη, καὶ πρόβατα· καὶ ἵππων, καὶ ῥεδῶν, καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14『あなたが心から欲しがった果実は、あなたから失われた。美しく豪華なものはすべて、あなたから消え去り、もはや決して見いだせない。』
14Καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ εὑρήσῃς αὐτά.
15これらの品を商い、彼女によって富んだ商人たちは、彼女の苦しみを恐れて遠く離れて立ち、泣き悲しみながら、
15Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾿ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες,
16こう言う。『災いだ。災いだ。上質の亜麻布と紫と緋色の衣をまとい、金と宝石と真珠で身を飾っていた大きな都よ。
16καὶ λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις·
17これほどの富が、わずか一時間で荒れ果ててしまった。』すべての船長、各地を航海するすべての者、船乗り、海で生計を立てるすべての者は、遠く離れて立ち、
17ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ἐπὶ τῶν πλοίων ὁ ὅμιλος, καὶ ναῦται, καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν,
18彼女が焼かれる煙を見て叫んだ。『この大きな都に並ぶものがあるだろうか。』
18καὶ ἔκραζον, ὁρῶντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19彼らは頭にちりをかぶり、泣き悲しみながら叫んだ。『災いだ。災いだ。海に船を持つすべての者が、その莫大な富によって豊かになった大きな都よ。わずか一時間で荒れ果ててしまった。』
19Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20「天よ、聖徒たち、使徒たち、預言者たちよ、彼女のことで喜べ。神が、あなたがたのために彼女を裁かれたからである。」
20Εὐφραίνου ἐπ᾿ αὐτήν, οὐρανέ, καὶ οἱ ἅγιοι ἀπόστολοι, καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21すると、一人の力強い御使いが、大きな石臼のような石を持ち上げ、海に投げ込んで言った。「大きな都バビロンは、このように激しく投げ倒され、もはや決して見いだされない。
21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων, Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22竪琴を弾く者、歌う者、笛を吹く者、ラッパを吹く者の声は、もはやあなたのうちに決して聞かれない。どのような技術を持つ職人も、もはやあなたのうちに決して見いだされない。石臼の音も、もはやあなたのうちに決して聞かれない。
22Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23ともしびの光も、もはやあなたのうちに決して輝かない。花婿と花嫁の声も、もはやあなたのうちに決して聞かれない。あなたの商人たちは地上の有力者であり、あなたの魔術によってすべての国民が惑わされたからである。
23καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς· ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
24この都のうちに、預言者たちと聖徒たちの血、また地上で殺されたすべての者の血が見いだされた。」
24Καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
Tip: use the ← and → keys to turn chapters.