ヨシュア記 16
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1ヨセフの子らのくじは、エリコのそばのヨルダン川、エリコの水の東から始まり、エリコから山地を通ってベテルへ上る荒野に及んだ。
1Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπὸ ἀνατολῶν· καὶ ἀναβήσεται ἀπὸ Ἱεριχὼ εἰς τὴν ὀρεινὴν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά.
2その境界はベテルからルズへ出て、アルキ人の境界を通ってアタロトへ進み、
2Καὶ ἐξελεύσεται εἰς Βαιθὴλ, καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Ἀχαταρωθί.
3西のほう、ヤフレテ人の境界に下って、下ベテ・ホロンの境界、さらにゲゼルに至り、その終わりは海であった。
3Καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἀπταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.
4ヨセフの子らであるマナセとエフライムは、彼らの相続地を受け取った。
4Καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἱωσὴφ, Ἐφραῒμ καὶ Μανασσή.
5エフライムの子らの、その氏族に従った境界は次のとおりであった。彼らの相続地の東の境界はアタロト・アダルから上ベテ・ホロンに至り、
5Καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφραῒμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπʼ ἀνατολῶν Ἀταρὼθ, καὶ Ἐρὼκ ἕως Βαιθωρὼν τὴν ἄνω, καὶ Γαζαρά.
6その境界は北側のミクメタトで西へ出る。境界は東に曲がってタアナト・シロに向かい、その東側を通ってヤノアに進む。
6Καὶ ἐλεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἰκασμὼν ἀπὸ Βοῤῥᾶ Θερμᾶ· περιελεύσεται ἐπʼ ἀνατολὰς εἰς Θηνασὰ, καὶ Σέλλης, καὶ παρελεύσεται ἀπʼ ἀνατολῶν εἰς Ἰανῶκὰ,
7ヤノアからアタロト、ナアラへと下り、エリコに達し、ヨルダン川に出る。
7καὶ εἰς Μαχὼ, καὶ Ἀταρὼθ, καὶ αἱ κῶμαι αὐτῶν· καὶ ἐλεύσεται ἐπὶ Ἱεριχὼ, καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην.
8タプアから境界は西のほうカナの川に進み、その終わりは海であった。これがその氏族に従ったエフライムの子らの部族の相続地である。
8Καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα· καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφραῒμ κατὰ δήμους αὐτῶν.
9これに加えて、マナセの子らの相続地のただ中にあるエフライムの子らのために取り分けられた町々、すなわちすべての町とその村々があった。
9Καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφραῒμ ἀναμέσον τῆς κληρονομίας νἱῶν Μανασσή, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
10彼らはゲゼルに住むカナン人を追い払わなかった。そのためカナン人は今日までエフライムの中に住み、強制労働に服している。
10Καὶ οὐκ ἀπώλεσεν Ἐφραῒμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γάζέρ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραῒμ ἕως τῆς ἡμέρας ταυτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ ἔλαβεν αὐτὴν, καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί· καὶ τοὺς Χαναναίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ, ἐξεκέντησαν· καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.