創世記 20
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1アブラハムはそこからネゲブ地方へ向かって旅をし、カデシュとシュルの間に住んだ。彼はゲラルに寄留した。
1ΚΑΙ ἐκίνησεν ἐκεῖθεν Ἁβραὰμ εἰ γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ. καὶ παρῴκησεν ἐν Γεράροις.
2アブラハムは妻サラのことを、「彼女は私の妹です」と言った。ゲラルの王アビメレクは人を遣わし、サラを召し入れた。
2εἶπε δὲ Ἁβραὰμ περὶ Σάρρας τῆς γυναικὸς αὐτοῦ, ὅτι ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾿ αὐτήν. ἀπέστειλε δὲ Ἀβιμέλεχ, βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάρραν.
3しかし夜の夢の中で、神はアビメレクのところに来て言われた。「見よ、あなたが召し入れた女のゆえに、あなたは死ぬ。彼女は夫のある女だからである。」
3καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν· ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστι συνῳκηυῖα ἀνδρί.
4アビメレクはまだ彼女に近づいていなかった。彼は言った。「主よ、あなたは正しい民までも殺されるのですか。
4Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπε· Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς;
5彼自身が私に『彼女は私の妹です』と言ったではありませんか。彼女もまた『彼は私の兄です』と言いました。私は全き心と潔白な手でこのことをしました。」
5οὐκ αὐτός μοι εἶπεν, ἀδελφή μου ἐστί; καὶ αὕτη μοι εἶπεν, ἀδελφός μου ἐστίν; ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο.
6神は夢の中で彼に言われた。「そうだ。あなたが全き心でこのことをしたのを、わたしも知っている。わたしもまた、あなたがわたしに対して罪を犯さないように、あなたを引き止めていた。それゆえ、わたしはあなたが彼女に触れるのを許さなかった。
6λίγο εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ᾿ ὕπνον· κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκα τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς.
7だから今、あの男の妻を返しなさい。彼は預言者であり、あなたのために祈るだろう。そうすればあなたは生きる。もし返さないなら、あなたも、あなたに属するすべての者も必ず死ぬことを、確かに知っておきなさい。」
7νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνώσῃ ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά.
8アビメレクは朝早く起き、すべてのしもべたちを呼び寄せ、これらのことをすべて彼らに聞かせた。男たちは非常に恐れた。
8καὶ ὤρθρισεν Ἀβιμέλεχ τῷ πρωΐ καὶ ἐκάλεσε πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησε πάντα τὰ ρήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα.
9それからアビメレクはアブラハムを呼んで言った。「あなたは私たちに何ということをしたのか。私があなたに対してどんな罪を犯したというので、私と私の王国にこのような大きな罪をもたらそうとしたのか。あなたは、してはならないことを私にしたのだ。」
9καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἁβραάμ, καὶ εἶπεν αὐτῷ· τί τοῦτο ἐποίησας ἡμῖν; μήτι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
10アビメレクはさらにアブラハムに言った。「あなたは何を考えて、このようなことをしたのか。」
10εἶπε δὲ Ἀβιμέλεχ τῷ Ἁβραάμ· τί ἐνιδὼν ἐποίησας τοῦτο;
11アブラハムは言った。「この場所には神への恐れがなく、妻のゆえに私は殺されるに違いないと思ったのです。
11εἶπε δὲ Ἁβραάμ· εἶπα γάρ, ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.
12それに、彼女は本当に私の妹なのです。私の父の娘ですが、母の娘ではありません。そして、彼女は私の妻になりました。
12καὶ γὰρ ἀληθῶς ἀδελφή μου ἐστὶν ἐκ πατρός, ἀλλ᾿ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα.
13神が私を父の家からさすらいの旅に出させたとき、私は彼女に言いました。『これが、あなたが私に示すべき慈しみです。私たちがどこへ行っても、私について「彼は私の兄です」と言ってください。』」
13ἐγένετο δέ, ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ· ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμέ, εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμέ, ὅτι ἀδελφός μου ἐστίν.
14アビメレクは羊、牛、男のしもべ、女のしもべを取ってアブラハムに与え、彼の妻サラを彼に返した。
14ἔλαβε δὲ Ἀβιμέλεχ χίλια δίδραχμα καὶ πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκε τῷ Ἁβραὰμ καὶ ἀπέδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ.
15アビメレクは言った。「見よ、私の地はあなたの前にある。あなたの好きな所に住みなさい。」
15καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ· ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
16彼はサラに言った。「見よ、私はあなたの兄に銀千枚を与えた。これは、あなたと一緒にいるすべての人の前で、あなたへの償いとなる。こうして、あなたはすべての人の前で潔白とされた。」
16τῇ δὲ Σάρρᾳ εἶπεν· ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τὴν τιμὴ τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον.
17アブラハムは神に祈った。そこで神はアビメレクと、その妻と、女のしもべたちを癒やされたので、彼女たちは子どもを産むようになった。
17προσηύξατο δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον·
18主が、アブラハムの妻サラのゆえに、アビメレクの家のすべての胎を固く閉ざしておられたからである。
18ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, ἕνεκεν Σάρρας τῆς γυναικὸς Ἁβραάμ.
Tip: use the ← and → keys to turn chapters.