エゼキエル書
Chapter 36
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

エゼキエル書 36

Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1「人の子よ、イスラエルの山々に向かって預言し、こう言え。『イスラエルの山々よ、主の言葉を聞け。
1Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ εἰπὸν τοῖς ὄρεσι τοῦ Ἰσραὴλ, ἀκούσατε λόγον Κυρίου.
2主なる神はこう言われる。「敵があなたがたに向かって、『ああ、思いどおりだ。昔からの高き所は、われわれの所有となった』と言った。」』
2Τάδε λέγει Κύριος Κύριος, ἀνθʼ οὗ εἶπεν ἐφʼ ὑμᾶς ὁ ἐχθρὸς, εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη·
3それゆえ、預言して言え。『主なる神はこう言われる。「彼らはあなたがたを荒れ果てさせ、四方からのみ尽くし、残された諸国の所有物にしようとした。あなたがたは人々の口に上り、民の悪評の的となった。」
3Διατοῦτο προφήτευσον, καὶ εἰπὸν, τάδε λέγει Κύριος Κύριος, ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς, καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν, τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσι, καὶ ἀνέβητε λάλημα γλώσσῃ, καὶ εἰς ὀνείδισμα ἔθνεσι,
4それゆえ、イスラエルの山々よ、主なる神の言葉を聞け。主なる神は、山々と丘、水の流れる谷と低地、荒れ果てた廃墟と見捨てられた町々、すなわち周囲に残された諸国の略奪物となり、あざけりとなった所にこう言われる。
4διατοῦτο ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, καὶ ἐγένοντο εἰς προνομὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ.
5それゆえ、主なる神はこう言われる。「わたしは、ねたみの火のうちに、残された諸国とエドム全土に向かって語った。彼らは心から喜び、心の底からの侮りをもって、わたしの地を自分たちの所有とし、略奪物にしようとした。」』
5Διατοῦτο τάδε λέγει Κύριος Κύριος, εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη, καὶ ἐπὶ τὴν Ἰδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετʼ εὐφροσύνης, ἀτιμάσαντες ψυχὰς, τοῦ ἀφανίσαι ἐν προνομῇ·
6それゆえ、イスラエルの地について預言し、山々と丘、水の流れる谷と低地に言え。『主なる神はこう言われる。「見よ、あなたがたが諸国の辱めを負ったので、わたしはねたみと憤りのうちに語った。」
6Διατοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰπὸν τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς φάραγξι, καὶ ταῖς νάπαις, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου, καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς.
7それゆえ、主なる神はこう言われる。「わたしは誓った。あなたがたの周囲にいる諸国は、必ず自分たちの辱めを負う。
7Διατοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήψονται.
8しかし、イスラエルの山々よ、あなたがたは枝を伸ばし、わたしの民イスラエルのために実を結ぶ。彼らが帰って来る時が近いからである。
8Ὑμῶν δὲ ὄρη Ἰσραὴλ τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν·
9見よ、わたしはあなたがたの味方である。わたしはあなたがたに心を向ける。あなたがたは耕され、種をまかれる。
9Ὅτι ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ κατεργασθήσεσθε, καὶ σπαρήσεσθε,
10わたしはあなたがたの上に人を増やす。イスラエルの全家、そのすべてを増やす。町々には人が住み、廃墟は建て直される。
10καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον Ἰσραὴλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται.
11わたしはあなたがたの上に人と動物を増やす。彼らは増え、実り豊かになる。わたしは、以前のようにあなたがたに人を住まわせ、初めのころよりも良くする。そのとき、あなたがたは、わたしが主であることを知る。
11Καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, καὶ κτήνη, καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς, ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.
12わたしは人々、すなわち、わたしの民イスラエルをあなたがたの上に歩ませる。彼らはあなたがたを所有し、あなたがたは彼らの相続地となる。あなたがたは二度と彼らから子を奪わない。」
12Καὶ γεννήσω ἐφʼ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ἰσραὴλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπʼ αὐτῶν.
13主なる神はこう言われる。「人々はあなたがたに、『あなたは人を食い尽くし、自分の国民から子を奪ってきた』と言っている。
13Τάδε λέγει Κύριος Κύριος, ἀνθʼ ὧν εἶπάν σοι, κατέσθουσα ἀνθρώπους εἶ, καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου·
14それゆえ、あなたはもはや人を食い尽くさず、自分の国民から子を奪うこともない」と主なる神は言われる。
14Διατοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει Κύριος Κύριος.
15「わたしは、あなたに諸国からの辱めを二度と聞かせない。あなたは諸民族からのそしりを二度と負わず、自分の国民を二度とつまずかせない」と主なる神は言われる。』」
15Καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφʼ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε ἔτι, λέγει Κύριος Κύριος.
16さらに、主の言葉が私に臨んだ。
16Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
17「人の子よ、イスラエルの家が自分たちの地に住んでいたとき、彼らはその歩みと行いによって地を汚した。わたしの前では、彼らの歩みは月経による女の汚れのようであった。
17υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν, καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν, καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν, καὶ κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου.
18それゆえ、彼らがその地で流した血と、その偶像によって地を汚したことのために、わたしは彼らの上に憤りを注いだ。
18Καὶ ἐξέχεα τὸν θυμόν μου ἐπʼ αὐτοὺς,
19わたしは彼らを諸国の間に散らし、国々の中に追い散らした。彼らの歩みと行いに従って彼らを裁いた。
19καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη, καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας, κατὰ τὴν ὁδὸν αὐτῶν, καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς.
20彼らが行った諸国で、彼らはわたしの聖なる名を汚した。人々が彼らについて、『この者たちは主の民でありながら、主の地を離れた』と言ったからである。
20Καὶ εἰσῆλθον εἰς τὰ ἔθνη, οὗ εἰσῆλθον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτοὺς, λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι.
21しかし、わたしは、イスラエルの家が行った諸国の中で汚した、わたしの聖なる名を惜しんだ。
21Καὶ ἐπεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ἰσραὴλ ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ.
22それゆえ、イスラエルの家に言え。『主なる神はこう言われる。「イスラエルの家よ、わたしがこれを行うのは、あなたがたのためではない。あなたがたが行った諸国の中で汚した、わたしの聖なる名のためである。
22Διατοῦτο εἰπὸν τῷ οἴκῳ Ἰσραὴλ, τάδε λέγει Κύριος, οὐχ ὑμῖν ἐγὼ ποιῶ οἶκος Ἰσραὴλ, ἀλλʼ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ.
23わたしは、諸国の中で汚されたわたしの大いなる名、あなたがたが彼らの中で汚した名を聖なるものとする。わたしが諸国の目の前で、あなたがたのうちに自らが聖なる者であることを示すとき、彼らは、わたしが主であることを知る」と主なる神は言われる。
23Καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς αὐτῶν.
24わたしはあなたがたを諸国の中から取り、すべての国々から集め、あなたがた自身の地へ連れて行く。
24Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν,
25わたしは清い水をあなたがたの上に振りかける。あなたがたは清くなる。わたしは、あなたがたのすべての汚れと、すべての偶像からあなたがたを清める。
25καὶ ῥανῶ ἐφʼ ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς·
26わたしはあなたがたに新しい心を与え、あなたがたのうちに新しい霊を置く。あなたがたの肉体から石の心を取り除き、肉の心を与える。
26Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην·
27わたしはあなたがたのうちにわたしの霊を置き、わたしの掟に従って歩ませる。あなたがたはわたしの定めを守り、それを行う。
27Καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε, καὶ ποιήσητε·
28あなたがたは、わたしがあなたがたの先祖に与えた地に住む。あなたがたはわたしの民となり、わたしはあなたがたの神となる。
28Καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν.
29わたしはあなたがたを、すべての汚れから救う。わたしは穀物を呼び寄せて増やし、あなたがたの上に飢饉をもたらさない。
29Καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον, καὶ πληθυνῶ αὐτὸν, καὶ οὐ δώσω ἐφʼ ὑμᾶς λιμόν.
30わたしは木の実と畑の産物を増やす。あなたがたが諸国の間で、飢饉による辱めを二度と受けないためである。
30Καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου, καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσι.
31そのとき、あなたがたは自分たちの悪い歩みと、良くない行いを思い出し、自分たちの不義と忌むべき行いのために、自分自身を忌み嫌う。
31Καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ, καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν, καὶ ἐπὶ τοῖς βδελύγμασιν αὐτῶν.
32わたしがこれを行うのは、あなたがたのためではない」と主なる神は言われる。「そのことを知れ。イスラエルの家よ、自分たちの歩みを恥じ、辱められよ。
32Οὐ διʼ ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος Κύριος, γνωστόν ἐστιν ὑμῖν· αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν οἶκος Ἰσραήλ.
33主なる神はこう言われる。わたしがあなたがたをすべての不義から清める日に、町々に人を住まわせ、廃墟を建て直す。
33Τάδε λέγει ἀδωναῒ Κύριος, ἐν ἡμέρᾳ ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι,
34荒れ果てていた地は、通り過ぎるすべての者の目に荒れ地と見えていたが、耕されるようになる。
34καὶ ἡ γῆ ἠφανισμένη ἐργασθήσεται ἀνθʼ ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατʼ ὀφθαλμοὺς παντὸς παροδεύοντος.
35人々は、『荒れ果てていたこの地は、エデンの園のようになった。廃墟となり、荒れ果て、破壊されていた町々は、城壁で囲まれ、人が住んでいる』と言う。
35Καὶ ἐροῦσιν, ἡ γῆ ἐκείνη ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν.
36そのとき、あなたがたの周囲に残された諸国は、主であるわたしが、破壊された所を建て直し、荒れ果てていた所に植えたことを知る。主であるわたしが語り、それを行う。
36Καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσιν κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς καθῃρημένας, καὶ κατεφύτευσα τὰς ἠφανισμένας· ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω.
37主なる神はこう言われる。このことについても、わたしはイスラエルの家の願いを聞き入れ、彼らのために行う。わたしは彼らを、羊の群れのように増やす。
37Τάδε λέγει ἀδωναῒ Κύριος, ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιῆσαι αὐτούς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους,
38いけにえの羊の群れのように、定められた祭りの時のエルサレムの羊の群れのように、廃墟となった町々は人の群れで満ちる。そのとき、彼らは、わたしが主であることを知る。』」
38ὡς πρόβατα ἅγια, ὡς πρόβατα Ἱερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς· οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.

Tip: use the ← and → keys to turn chapters.