申命記
Chapter 2
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1それからわたしたちは向きを変え、主がわたしに語られたとおりに紅海への道を通って荒野へ旅立ち、長い間セイル山を巡り歩いた。
1Καὶ ἐπιστραφέντες ἀπῄραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν, ὃν τρόπον ἐλάλησε Κύριος πρὸς μὲ, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς.
2主はわたしに言われた。
2Καὶ εἶπε Κύριος πρὸς μέ,
3「あなたがたはこの山を長く巡り歩きすぎた。北に向かいなさい。
3ἱκανούσθω ὑμῖν κυκλούν τὸ ὄρος τοῦτο· ἐπιστράφητε οὖν ἐπὶ Βοῤῥᾶν·
4民に命じて言いなさい。『あなたがたはセイルに住むエサウの子らである、あなたがたの兄弟たちの境界を通ろうとしている。彼らはあなたがたを恐れるであろう。だから十分に気をつけなさい。
4Καὶ τῷ λαῷ ἔντειλαι, λέγων, ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἡσαύ, οἳ κατοικοῦσιν ἐν Σηεὶρ, καὶ φοβηθήσονται ὑμᾶς, καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα.
5彼らと争ってはならない。わたしは彼らの地を、足の裏が踏むほどの広さでさえ、あなたがたには与えないからである。わたしはセイル山をエサウに所有地として与えたからである。
5Μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον, οὐ γὰρ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Ἡσαὺ τὸ ὄρος τὸ Σηείρ.
6あなたがたは彼らから食べ物を金で買い、それを食べなさい。また水も彼らから金で買い、それを飲みなさい。』」
6Ἀργυρίου βρώματα ἀγοράσατε παρʼ αὐτῶν καὶ φάγεσθε, καὶ ὕδωρ μέτρῳ λήψεσθε παρʼ αὐτῶν ἀργυρίου καὶ πίεσθε.
7あなたの神、主は、あなたの手のすべての業においてあなたを祝福された。主はこの大きな荒野を行くあなたの旅を知っておられる。この四十年間、あなたの神、主はあなたとともにおられ、あなたは何も欠けることがなかった。
7Ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν εὐλόγησέ σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη Κύριος ὁ Θεός σου μετὰ σοῦ· οὐκ ἐπεδεήθης ῥήματος.
8そこでわたしたちは、セイルに住むエサウの子らであるわたしたちの兄弟たちから離れ、エラトとエツヨン・ゲベルからのアラバの道を通り過ぎた。わたしたちは向きを変え、モアブの荒野の道を通って進んだ。
8Καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς Ἡσαῦ, τοὺς κατοικοῦντας ἐν Σηεὶρ, παρὰ τὴν ὁδὸν τὴν Ἄραβα ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γεσιὼν Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωάβ.
9主はわたしに言われた。「モアブを悩ませてはならない。また、戦いで彼らと争ってはならない。わたしはその地を所有地としてあなたに与えないからである。わたしはアルをロトの子らに所有地として与えたからである。」
9Καὶ εἶπε Κύριος πρὸς μέ, μὴ ἐχθραίνετε τοῖς Μωαβιταῖς, καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς αὐτῶν ὑμῖν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν Ἀροὴρ κληρονομεῖν.
10(以前、そこにはエミム人が住んでいた。彼らは大きく、数が多く、アナク人のように背の高い民であった。
10Οἱ Ὀμμὶν πρότεροι ἐνεκάθηντο ἐπʼ αὐτῆς, ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες, ὥσπερ οἱ Ἐνακίμ.
11彼らもアナク人のようにレファイム人として数えられるが、モアブ人は彼らをエミム人と呼んでいる。
11Ῥαφαῒν λογισθήσονται καὶ οὗτοι ὥσπερ καὶ οἱ Ἐνακίμ· καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς Ὀμμείν.
12また、以前にはセイルにホリ人も住んでいたが、エサウの子らが彼らに取って代わった。イスラエルが主から与えられた所有地の地で行ったように、エサウの子らは彼らを自分たちの前から滅ぼし、彼らに代わってそこに住んだ。)
12Καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χοῤῥαῖος τὸ πρότερον, καὶ υἱοὶ Ἡσαὺ ἀπώλεσαν αὐτοὺς, καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν. καὶ κατῳκίσθησαν ἀντʼ αὐτῶν, ὃν τρόπον ἐποίησεν Ἰσραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκε Κύριος αὐτοῖς.
13「今、起きてゼレドの谷を渡りなさい。」わたしたちはゼレドの谷を渡った。
13Νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς, καὶ παραπορεύεσθε τὴν φάραγγα Ζάρετ.
14わたしたちがカデシュ・バルネアを出てからゼレドの谷を渡るまでの日数は三十八年であり、ついに主が彼らに誓われたとおり、戦士たちのその世代の者たちは皆、宿営の真ん中から滅び去った。
14Καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Κάδης Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρὲτ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσε πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσεν Κύριος ὁ
15また主の御手も彼らに向かって下り、ついに彼らが滅び去るまで、彼らを宿営の真ん中から滅ぼした。
15Θεός αὐτοὺς. Καὶ ἡ χεὶρ τοῦ Θεοῦ ἦν ἐπʼ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς ἕως οὗ διέπεσαν.
16民の中から戦士たちが皆死に絶えたとき、
16Καὶ ἐγενήθη ἐπειδὰν ἔπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ, καὶ ἐλάλησε
17主はわたしに言われた。
17Κύριος πρὸς μὲ, λέγων, σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια
18「あなたは今日、モアブの境界であるアルを越えようとしている。
18Μωὰβ τὴν Ἀροὴρ,
19アンモンの子らの近くに進むときは、彼らを悩ませてはならない。また彼らと争ってはならない。わたしはアンモンの子らの地を所有地としてあなたに与えないからである。わたしはそれをロトの子らに所有地として与えたからである。」
19καὶ προσάξετε ἐγγὺς υἱῶν Ἀμμάν· μὴ ἐχθραίνετε αὐτοῖς, μηδὲ συνάψετε αὐτοῖς εἰς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Ἀμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ.
20(そこもレファイムの地として数えられる。以前にはレファイム人がそこに住んでいたが、アンモン人は彼らをザムズミム人と呼んでいる。
20Γὴ Ῥαφαῒν λογισθήσεται, καὶ γὰρ ἐπʼ αὐτῆς κατῴκουν οἱ Ῥαφαῒν τοπρότερον καὶ οἱ Ἀμμανῖται ἐπονομάζουσιν αὐτοὺς Ζοχομμίν.
21彼らは大きく、数が多く、アナク人のように背の高い民であった。しかし主はイスラエルの前から彼らを滅ぼし、アンモン人は彼らに取って代わり、彼らに代わってそこに住んだ。
21Ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν, ὥσπερ καὶ οἱ Ἐνακείμ· καὶ ἀπώλεσεν αὐτοὺς Κύριος πρὸ πρόσωπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν, ἀντʼ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης.
22それは、セイルに住むエサウの子らのために主が行われたことと同じである。主がホリ人を彼らの前から滅ぼされ、彼らがホリ人に取って代わり、今日に至るまで彼らに代わってそこに住んでいるのと同じである。
22Ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ἡσαὺ τοῖς κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτοὺς, καὶ κατῳκίσθησαν ἀντʼ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης.
23ガザに至るまでの村々に住んでいたアビム人についても、カフトルから出て来たカフトル人が彼らを滅ぼし、彼らに代わってそこに住んだ。)
23Καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν Ἀσηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας, ἐξέτριψαν αὐτοὺς, καὶ κατῳκίσθησαν ἀντʼ αὐτῶν.
24「起きて旅立ち、アルノン川の谷を渡りなさい。見よ、わたしはヘシュボンの王であるアモリ人シホンと、彼の地をあなたの手に引き渡した。それを所有し始め、戦いで彼と争いなさい。
24Νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθετε ὑμεῖς τὴν φάραγγα Ἀρνών· ἰδοὺ παραδέδωκα εἰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμοῤῥαῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν· σύναπτε πρὸς αὐτὸν πόλεμον ἐν τῇ ἡμέρᾳ ταύτῃ.
25今日、わたしは全天の下にいる諸国の民に、あなたへの恐れとおののきを抱かせ始める。彼らはあなたのうわさを聞き、あなたのゆえに震え、苦しみもだえる。』
25Ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ προσώπου πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται, καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου.
26わたしはケデモトの荒野からヘシュボンの王シホンに使者を遣わし、平和を申し入れて言った。
26Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα Ἐσεβὼν λόγοις εἰρηνικοῖς, λέγων,
27「あなたの国を通らせてください。わたしは大通りを通って行きます。右にも左にも曲がりません。
27παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρεύσομαι, οὐκ ἐκκλινῶ δεξιὰ οὐδʼ ἀριστερά.
28わたしが食べられるように、食べ物を金で売ってください。わたしが飲めるように、水を金で与えてください。ただ、わたしを徒歩で通らせてください。
28Βρώματα ἀργυρίου ἀποδώσῃ μοι, καὶ φάγομαι· καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι, καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσί·
29それは、セイルに住むエサウの子らと、アルに住むモアブ人がわたしにしてくれたのと同じです。そうすれば、わたしはヨルダン川を渡り、わたしたちの神、主がわたしたちに与えてくださる地に入ることができます。」
29Καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ἠσαῦ οἱ κατοικοῦντες ἐν Σηεὶρ, καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Ἀροήρ· ἕως παρέλθω τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν.
30しかしヘシュボンの王シホンは、わたしたちが彼の領内を通ることを許さなかった。あなたの神、主が、今日あるように、彼をあなたの手に引き渡すために、彼の霊を頑なにし、彼の心をかたくなにされたからである。
30Καὶ οὐκ ἠθέλησεν Σηὼν βασιλεὺς Ἐσεβὼν παρελθεῖν ἡμᾶς διʼ αὐτοῦ, ὅτι ἐσκλήρυνε Κύριος ὁ Θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ, καὶ κατίσχυσε τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
31主はわたしに言われた。「見よ、わたしはシホンと彼の地をあなたの前に引き渡し始めた。所有し始め、彼の地を受け継ぎなさい。」
31Καὶ εἶπε Κύριος πρὸς μέ ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμοῤῥαῖον, καὶ τὴν γῆν αὐτοῦ, καὶ ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ.
32するとシホンは、彼と彼のすべての民とともに、ヤハツで戦うためにわたしたちを迎え撃つために出て来た。
32Καὶ ἐξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἰασσά.
33わたしたちの神、主は彼をわたしたちの前に引き渡され、わたしたちは彼と、その息子たちと、彼のすべての民を打ち倒した。
33Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν· καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ.
34わたしたちはその時、彼のすべての町を取り、すべての人の住む町と、女と、幼子を完全に滅ぼした。わたしたちは一人も残さなかった。
34Καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· οὐ κατελίπομεν ζωγρίαν.
35ただ家畜だけはわたしたち自身の獲物として取り、わたしたちが取った町々のぶんどり物とともに取った。
35Πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν, καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν
36アルノン川の谷の端にあるアロエルから、またその谷にある町からギルアデに至るまで、わたしたちにとって高すぎる町は一つもなかった。わたしたちの神、主がそのすべてをわたしたちの前に引き渡されたのである。
36ἐξ Ἀροὴρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάῤῥου Ἀρνών, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι, καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς. τὰς πάσας παρέδωκε Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.
37ただし、アンモンの子らの地、ヤボク川のすべての岸辺、山地の町々、そしてわたしたちの神、主が禁じられた場所には、あなたは近づかなかった。
37Πλὴν ἐγγὺς υἱῶν Ἀμμὰν οὐ προσήλθομεν πάντα τὰ συγκυροῦντα χειμάῤῥου Ἰαβὸκ, καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν.

Tip: use the ← and → keys to turn chapters.