サムエル記第二 2
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1この後、ダビデは主に伺って言った。「ユダの町々のどれかに上って行くべきでしょうか。」主は彼に言われた。「上って行きなさい。」ダビデは言った。「どこへ上って行くべきでしょうか。」主は言われた。「ヘブロンへ。」
1Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησε Δαυὶδ ἐν Κυρίῳ, λέγων, εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα; καὶ εἶπε Κύριος πρὸς αὐτὸν, ἀνάβηθι· καὶ εἶπε Δαυὶδ, ποῦ ἀναβῶ; καὶ εἶπεν, εἰς Χεβρών.
2そこでダビデはそこへ上って行った。彼の二人の妻、エズレル人アヒノアムと、カルメル人ナバルの妻であったアビガイルも一緒であった。
2Καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν, καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινάαμ ἡ Ἰεζραηλίτις, καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου,
3ダビデは自分とともにいた部下たちも、それぞれの家族とともに連れ上った。彼らはヘブロンの町々に住んだ。
3καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ἕκαστος, καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών.
4ユダの人々が来て、そこでダビデに油を注ぎ、ユダの家の王とした。人々はダビデに、「サウルを葬ったのはヤベシュ・ギレアデの人々です」と告げた。
4Καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας, καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα· Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ, λέγοντες, ὅτι οἱ ἄνδρες Ἰαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ.
5ダビデはヤベシュ・ギレアデの人々に使者を遣わして言った。「あなたがたは、自分たちの主君サウルにこの慈しみを示し、彼を葬りました。あなたがたが主によって祝福されますように。
5Καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ἰαβὶς τῆς Γαλααδίτιδος, καὶ εἶπε πρὸς αὐτοὺς Δαυὶδ, εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου, καὶ ἐθάψατε αὐτὸν καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ.
6今、主があなたがたに慈しみと真実を示してくださいますように。あなたがたがこのことを行ったので、わたしもまた、この慈しみに報います。
6Καὶ νῦν ποιῆσαι Κύριος μεθʼ ὑμῶν ἔλεος καὶ ἀλήθειαν· καί γε ἐγὼ ποιήσω μεθʼ ὑμῶν τὸ ἀγαθὸν τοῦτο, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο.
7だから今、心を強くし、勇気を出しなさい。あなたがたの主君サウルは死に、ユダの家はわたしに油を注いで彼らの王としたからです。」
7Καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν, καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαοὺλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ἰούδα ἐφʼ ἑαυτὸν εἰς βασιλέα.
8さて、サウルの軍の長であるネルの息子アブネルは、サウルの息子イシュボシェテを連れてマハナイムへ渡っていた。
8Καὶ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν Ἰεβοσθὲ υἱὸν Σαοὺλ, καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ,
9彼はイシュボシェテを、ギレアデ、アシュル人、エズレル、エフライム、ベニヤミン、そして全イスラエルの王とした。
9καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδίτιν, καὶ ἐπὶ τὸν Θασιρὶ, καὶ ἐπὶ τὸν Ἰεζραὴλ, καὶ ἐπὶ τὸν Ἐφραὶμ, καὶ ἐπὶ τὸν Βενιαμὶν, καὶ ἐπὶ πάντα Ἰσραήλ.
10サウルの息子イシュボシェテがイスラエルを治め始めたとき、彼は四十歳で、二年間統治した。しかし、ユダの家はダビデに従った。
10Τεσσαράκοντα ἐτῶν Ἰεβοσθὲ υἱὸς Σαοὺλ, ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ· καὶ δύο ἔτη ἐβασίλευσε, πλὴν τοῦ οἴκου Ἰούδα, οἳ ἦσαν ὀπίσω Δαυίδ.
11ダビデがヘブロンでユダの家を治めた期間は、七年六か月であった。
11Καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα, ἑπτὰ ἔτη καὶ μῆνας ἕξ.
12ネルの息子アブネルと、サウルの息子イシュボシェテの家来たちは、マハナイムからギベオンへ出て行った。
12Καὶ ἐξῆλθεν Ἀβεννὴρ υἱὸς Νὴρ, καὶ οἱ παῖδες Ἰεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαών·
13ツェルヤの息子ヨアブとダビデの家来たちも出て行き、ギベオンの池のそばで彼らと出会った。一方は池のこちら側に、他方は池の向こう側に座った。
13Καὶ Ἰωὰβ υἱὸς Σαρουία, καὶ οἱ παῖδες Δαυὶδ ἐξῆλθον ἐκ Χεβρὼν, καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτὸ, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν, καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν.
14アブネルはヨアブに言った。「若者たちを立たせ、われわれの前で戦わせてみよう。」ヨアブは言った。「立たせよう。」
14Καὶ εἶπεν Ἀβεννὴρ πρὸς Ἰωὰβ, ἀναστήτωσαν δὴ τὰ παιδάρια, καὶ παιξάτωσαν ἐνώπιον ὑμῶν· καὶ εἶπεν Ἰωὰβ, ἀναστήτωσαν.
15そこで双方から十二人ずつが進み出た。ベニヤミンとサウルの息子イシュボシェテの側から十二人、ダビデの家来たちから十二人であった。
15Καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν Ἰεβοσθὲ υἱοῦ Σαοὺλ, καὶ δώδεκα ἐκ τῶν παίδων Δαυίδ
16彼らはそれぞれ相手の頭をつかみ、剣を相手のわき腹に突き刺したので、ともに倒れた。それゆえ、ギベオンにあるその場所はヘルカテ・ハツリム と呼ばれた。
16Καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσι κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών.
17その日の戦いは非常に激しく、アブネルとイスラエル勢は、ダビデの家来たちに打ち負かされた。
17Καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον παίδων Δαυίδ.
18そこにはツェルヤの三人の息子、ヨアブ、アビシャイ、アサエルがいた。アサエルは野のガゼルのように足が速かった。
18Καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουία, Ἰωὰβ, καὶ Ἀβεσσὰ, καὶ Ἀσαήλ· καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ· ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.
19アサエルは右にも左にもそれず、アブネルを追い続けた。
19Καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννὴρ, καὶ οὐκ ἐξέκλινε τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννήρ.
20するとアブネルは後ろを振り向いて言った。「それはあなたか、アサエル。」彼は答えた。「わたしです。」
20Καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ εἶπεν, εἰ σὺ εἶ αὐτὸς Ἀσαήλ; καὶ εἶπεν, ἐγώ εἰμι.
21アブネルは彼に言った。「右か左にそれて、若者の一人に向かい、その武具を奪え。」しかし、アサエルは彼を追うことからそれようとはしなかった。
21Καὶ εἶπεν αὐτῷ Ἀβεννὴρ, ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ, καὶ κατάσχε σεαυτῷ ἓν τῶν παιδαρίων, καὶ λάβε σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ.
22アブネルは再びアサエルに言った。「わたしを追うのをやめて、引き返せ。なぜ、わたしがあなたを地面に打ち倒さなければならないのか。そうなれば、どうしてあなたの兄弟ヨアブに顔向けできようか。」
22Καὶ προσέθετο ἔτι Ἀβεννὴρ λέγων τῷ Ἀσαὴλ, ἀπόστηθι ἀπʼ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωάβ;
23しかし、彼はそれることを拒んだ。そのため、アブネルは槍の石突きで彼の腹を刺し、槍は背中に突き抜けた。彼はそこで倒れ、その場で死んだ。アサエルが倒れて死んだ場所に来た者は皆、立ち止まった。
23Καὶ ποῦ ἐστι ταῦτα; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου. Καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι· καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθε τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ· καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανε, καὶ ὑφίστατο.
24しかし、ヨアブとアビシャイはアブネルを追った。彼らがギベオンの荒野へ向かう道沿いの、ギアの前にあるアンマの丘に来たとき、太陽が沈んだ。
24Καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ ὀπίσω Ἀβεννὴρ, καὶ ὁ ἥλιος ἔδυνε· καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμὰν, ὅ ἐστιν ἐπὶ προσώπου Γαῒ, ὁδὸν ἔρημον Γαβαών.
25ベニヤミン人はアブネルの後ろに集まって一つの隊となり、丘の頂に立った。
25Καὶ συναθροίζονται οἱ υἱοὶ Βενιαμὶν οἱ ὀπίσω Ἀβεννὴρ, καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν, καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός.
26その時、アブネルはヨアブに呼びかけて言った。「剣はいつまでも食い尽くすのか。最後には苦い結末になることを、あなたは知らないのか。民に、自分たちの兄弟を追うのをやめて戻るよう命じるまで、どれほどかかるのか。」
26Καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ, καὶ εἶπε, μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; ἢ οὐκ οἴδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθε τῶν ἀδελφῶν ἡμῶν;
27ヨアブは言った。「神 は生きておられる。もしあなたが語っていなかったなら、民は朝には去って、それぞれ兄弟を追うことはなかっただろう。」
27Καὶ εἶπεν Ἰωὰβ, ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν ὁ λαὸς ἕκαστος κατόπισθε τοῦ ἀδελφοῦ αὐτοῦ.
28そこでヨアブは角笛を吹き鳴らした。すると民は皆立ち止まり、もはやイスラエルを追わず、戦うこともしなかった。
28Καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς, καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραὴλ, καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν.
29アブネルとその部下たちはその夜通しアラバを進み、ヨルダン川を渡り、ビトロン全域を通ってマハナイムに着いた。
29Καὶ Ἀβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην, καὶ διέβαινον τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν, καὶ ἔρχονται εἰς τὴν παρεμβολήν.
30ヨアブはアブネルを追うことから戻った。彼が民をすべて集めると、ダビデの部下十九人とアサエルが欠けていた。
30Καὶ Ἰωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ, καὶ συνήθροισε πάντα τὸν λαὸν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυὶδ ἐννεακαίδεκα ἄνδρες,
31しかし、ダビデの家来たちはベニヤミン人とアブネルの部下たちを打ち、三百六十人が死んだ。
31καὶ Ἀσαήλ. Καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρʼ αὐτοῦ.
32彼らはアサエルを引き取り、ベツレヘムにある彼の父の墓に葬った。ヨアブとその部下たちは夜通し歩き、夜明けにヘブロンに着いた。
32Καὶ αἴρουσι τὸν Ἀσαὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ· καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών.
Tip: use the ← and → keys to turn chapters.